Talált 9551 Eredmények: Τὸν
ἐγένετο δὲ μετὰ τὸ ἀποθανεῖν Αβρααμ εὐλόγησεν ὁ θεὸς Ισαακ τὸν υἱὸν αὐτοῦ καὶ κατῴκησεν Ισαακ παρὰ τὸ φρέαρ τῆς ὁράσεως (Gênesis 25, 11)
καὶ ταῦτα τὰ ἔτη τῆς ζωῆς Ισμαηλ ἑκατὸν τριάκοντα ἑπτὰ ἔτη καὶ ἐκλιπὼν ἀπέθανεν καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ (Gênesis 25, 17)
καὶ αὗται αἱ γενέσεις Ισαακ τοῦ υἱοῦ Αβρααμ Αβρααμ ἐγέννησεν τὸν Ισαακ (Gênesis 25, 19)
ἠγάπησεν δὲ Ισαακ τὸν Ησαυ ὅτι ἡ θήρα αὐτοῦ βρῶσις αὐτῷ Ρεβεκκα δὲ ἠγάπα τὸν Ιακωβ (Gênesis 25, 28)
Ιακωβ δὲ ἔδωκεν τῷ Ησαυ ἄρτον καὶ ἕψεμα φακοῦ καὶ ἔφαγεν καὶ ἔπιεν καὶ ἀναστὰς ᾤχετο καὶ ἐφαύλισεν Ησαυ τὰ πρωτοτόκια (Gênesis 25, 34)
ὤφθη δὲ αὐτῷ κύριος καὶ εἶπεν μὴ καταβῇς εἰς Αἴγυπτον κατοίκησον δὲ ἐν τῇ γῇ ᾗ ἄν σοι εἴπω (Gênesis 26, 2)
καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ καὶ ἔσομαι μετὰ σοῦ καὶ εὐλογήσω σε σοὶ γὰρ καὶ τῷ σπέρματί σου δώσω πᾶσαν τὴν γῆν ταύτην καὶ στήσω τὸν ὅρκον μου ὃν ὤμοσα Αβρααμ τῷ πατρί σου (Gênesis 26, 3)
ἐπηρώτησαν δὲ οἱ ἄνδρες τοῦ τόπου περὶ Ρεβεκκας τῆς γυναικὸς αὐτοῦ καὶ εἶπεν ἀδελφή μού ἐστιν ἐφοβήθη γὰρ εἰπεῖν ὅτι γυνή μού ἐστιν μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τοῦ τόπου περὶ Ρεβεκκας ὅτι ὡραία τῇ ὄψει ἦν (Gênesis 26, 7)
ἐγένετο δὲ πολυχρόνιος ἐκεῖ παρακύψας δὲ Αβιμελεχ ὁ βασιλεὺς Γεραρων διὰ τῆς θυρίδος εἶδεν τὸν Ισαακ παίζοντα μετὰ Ρεβεκκας τῆς γυναικὸς αὐτοῦ (Gênesis 26, 8)
ἐκάλεσεν δὲ Αβιμελεχ τὸν Ισαακ καὶ εἶπεν αὐτῷ ἄρα γε γυνή σού ἐστιν τί ὅτι εἶπας ἀδελφή μού ἐστιν εἶπεν δὲ αὐτῷ Ισαακ εἶπα γάρ μήποτε ἀποθάνω δι’ αὐτήν (Gênesis 26, 9)
ἔσπειρεν δὲ Ισαακ ἐν τῇ γῇ ἐκείνῃ καὶ εὗρεν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ ἑκατοστεύουσαν κριθήν εὐλόγησεν δὲ αὐτὸν κύριος (Gênesis 26, 12)
ἐγένετο δὲ αὐτῷ κτήνη προβάτων καὶ κτήνη βοῶν καὶ γεώργια πολλά ἐζήλωσαν δὲ αὐτὸν οἱ Φυλιστιιμ (Gênesis 26, 14)