Mosaico decorativo

Talált 20428 Eredmények: Τὰ

  • ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν. (Romanos 4, 25)

  • δι᾽ οὖ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν [τῇ πίστει] εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ᾽ ἐλπίδι τῆς δόξης τοῦ θεοῦ. (Romanos 5, 2)

  • οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, (Romanos 5, 3)

  • ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν, (Romanos 5, 5)

  • ἔτι γὰρ χριστὸς ὄντων ἡμῶν ἀσθενῶν ἔτι κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν. (Romanos 5, 6)

  • μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν· (Romanos 5, 7)

  • εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῶ θεῶ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῶ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ· (Romanos 5, 10)

  • οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῶ θεῶ διὰ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ, δι᾽ οὖ νῦν τὴν καταλλαγὴν ἐλάβομεν. (Romanos 5, 11)

  • διὰ τοῦτο ὥσπερ δι᾽ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν, ἐφ᾽ ᾧ πάντες ἥμαρτον _ (Romanos 5, 12)

  • ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ, ἁμαρτία δὲ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου· (Romanos 5, 13)

  • ἀλλὰ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ ἀδὰμ μέχρι μωϊσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῶ ὁμοιώματι τῆς παραβάσεως ἀδάμ, ὅς ἐστιν τύπος τοῦ μέλλοντος. (Romanos 5, 14)

  • καὶ οὐχ ὡς δι᾽ ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα· τὸ μὲν γὰρ κρίμα ἐξ ἑνὸς εἰς κατάκριμα, τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα. (Romanos 5, 16)


"Somente por meio de Jesus podemos esperar a salvação." São Padre Pio de Pietrelcina