Talált 30029 Eredmények: Οὐ
φυλάσσων φυλάξῃ τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ σου τὰ μαρτύρια καὶ τὰ δικαιώματα ὅσα ἐνετείλατό σοι (Deuteronômio 6, 17)
καὶ ποιήσεις τὸ ἀρεστὸν καὶ τὸ καλὸν ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν ἵνα εὖ σοι γένηται καὶ εἰσέλθῃς καὶ κληρονομήσῃς τὴν γῆν τὴν ἀγαθήν ἣν ὤμοσεν κύριος τοῖς πατράσιν ὑμῶν (Deuteronômio 6, 18)
ἐκδιῶξαι πάντας τοὺς ἐχθρούς σου πρὸ προσώπου σου καθὰ ἐλάλησεν (Deuteronômio 6, 19)
καὶ ἔσται ὅταν ἐρωτήσῃ σε ὁ υἱός σου αὔριον λέγων τί ἐστιν τὰ μαρτύρια καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐνετείλατο κύριος ὁ θεὸς ἡμῶν ἡμῖν (Deuteronômio 6, 20)
καὶ ἐρεῖς τῷ υἱῷ σου οἰκέται ἦμεν τῷ Φαραω ἐν γῇ Αἰγύπτῳ καὶ ἐξήγαγεν ἡμᾶς κύριος ἐκεῖθεν ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ (Deuteronômio 6, 21)
καὶ ἔδωκεν κύριος σημεῖα καὶ τέρατα μεγάλα καὶ πονηρὰ ἐν Αἰγύπτῳ ἐν Φαραω καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἐνώπιον ἡμῶν (Deuteronômio 6, 22)
καὶ ἡμᾶς ἐξήγαγεν ἐκεῖθεν ἵνα εἰσαγάγῃ ἡμᾶς δοῦναι ἡμῖν τὴν γῆν ταύτην ἣν ὤμοσεν δοῦναι τοῖς πατράσιν ἡμῶν (Deuteronômio 6, 23)
καὶ ἐλεημοσύνη ἔσται ἡμῖν ἐὰν φυλασσώμεθα ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας ἐναντίον κυρίου τοῦ θεοῦ ἡμῶν καθὰ ἐνετείλατο ἡμῖν κύριος (Deuteronômio 6, 25)
ἐὰν δὲ εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν γῆν εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι καὶ ἐξαρεῖ ἔθνη μεγάλα ἀπὸ προσώπου σου τὸν Χετταῖον καὶ Γεργεσαῖον καὶ Αμορραῖον καὶ Χαναναῖον καὶ Φερεζαῖον καὶ Ευαῖον καὶ Ιεβουσαῖον ἑπτὰ ἔθνη πολλὰ καὶ ἰσχυρότερα ὑμῶν (Deuteronômio 7, 1)
καὶ παραδώσει αὐτοὺς κύριος ὁ θεός σου εἰς τὰς χεῖράς σου καὶ πατάξεις αὐτούς ἀφανισμῷ ἀφανιεῖς αὐτούς οὐ διαθήσῃ πρὸς αὐτοὺς διαθήκην οὐδὲ μὴ ἐλεήσητε αὐτούς (Deuteronômio 7, 2)
οὐδὲ μὴ γαμβρεύσητε πρὸς αὐτούς τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ αὐτοῦ καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήμψῃ τῷ υἱῷ σου (Deuteronômio 7, 3)
ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ’ ἐμοῦ καὶ λατρεύσει θεοῖς ἑτέροις καὶ ὀργισθήσεται θυμῷ κύριος εἰς ὑμᾶς καὶ ἐξολεθρεύσει σε τὸ τάχος (Deuteronômio 7, 4)