Talált 30029 Eredmények: Οὐ
καὶ πᾶσα ψυχή ἥτις φάγεται θνησιμαῖον ἢ θηριάλωτον ἐν τοῖς αὐτόχθοσιν ἢ ἐν τοῖς προσηλύτοις πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας καὶ καθαρὸς ἔσται (Levítico 17, 15)
ἐὰν δὲ μὴ πλύνῃ τὰ ἱμάτια καὶ τὸ σῶμα μὴ λούσηται ὕδατι καὶ λήμψεται ἀνόμημα αὐτοῦ (Levítico 17, 16)
κατὰ τὰ ἐπιτηδεύματα γῆς Αἰγύπτου ἐν ᾗ κατῳκήσατε ἐπ’ αὐτῇ οὐ ποιήσετε καὶ κατὰ τὰ ἐπιτηδεύματα γῆς Χανααν εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ οὐ ποιήσετε καὶ τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε (Levítico 18, 3)
τὰ κρίματά μου ποιήσετε καὶ τὰ προστάγματά μου φυλάξεσθε πορεύεσθαι ἐν αὐτοῖς ἐγὼ κύριος ὁ θεὸς ὑμῶν (Levítico 18, 4)
καὶ φυλάξεσθε πάντα τὰ προστάγματά μου καὶ πάντα τὰ κρίματά μου καὶ ποιήσετε αὐτά ἃ ποιήσας ἄνθρωπος ζήσεται ἐν αὐτοῖς ἐγὼ κύριος ὁ θεὸς ὑμῶν (Levítico 18, 5)
ἄνθρωπος ἄνθρωπος πρὸς πάντα οἰκεῖα σαρκὸς αὐτοῦ οὐ προσελεύσεται ἀποκαλύψαι ἀσχημοσύνην ἐγὼ κύριος (Levítico 18, 6)
ἀσχημοσύνην πατρός σου καὶ ἀσχημοσύνην μητρός σου οὐκ ἀποκαλύψεις μήτηρ γάρ σού ἐστιν καὶ οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῆς (Levítico 18, 7)
ἀσχημοσύνην γυναικὸς πατρός σου οὐκ ἀποκαλύψεις ἀσχημοσύνη πατρός σού ἐστιν (Levítico 18, 8)
ἀσχημοσύνην τῆς ἀδελφῆς σου ἐκ πατρός σου ἢ ἐκ μητρός σου ἐνδογενοῦς ἢ γεγεννημένης ἔξω οὐκ ἀποκαλύψεις ἀσχημοσύνην αὐτῆς (Levítico 18, 9)
ἀσχημοσύνην θυγατρὸς υἱοῦ σου ἢ θυγατρὸς θυγατρός σου οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῶν ὅτι σὴ ἀσχημοσύνη ἐστίν (Levítico 18, 10)
ἀσχημοσύνην θυγατρὸς γυναικὸς πατρός σου οὐκ ἀποκαλύψεις ὁμοπατρία ἀδελφή σού ἐστιν οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῆς (Levítico 18, 11)
ἀσχημοσύνην ἀδελφῆς πατρός σου οὐκ ἀποκαλύψεις οἰκεία γὰρ πατρός σού ἐστιν (Levítico 18, 12)