Talált 17880 Eredmények: Οἱ
εὐλογητὸς ἔσῃ παρὰ πάντα τὰ ἔθνη οὐκ ἔσται ἐν ὑμῖν ἄγονος οὐδὲ στεῖρα καὶ ἐν τοῖς κτήνεσίν σου (Deuteronômio 7, 14)
καὶ φάγῃ πάντα τὰ σκῦλα τῶν ἐθνῶν ἃ κύριος ὁ θεός σου δίδωσίν σοι οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ’ αὐτοῖς καὶ οὐ λατρεύσεις τοῖς θεοῖς αὐτῶν ὅτι σκῶλον τοῦτό ἐστίν σοι (Deuteronômio 7, 16)
οὐ φοβηθήσῃ αὐτούς μνείᾳ μνησθήσῃ ὅσα ἐποίησεν κύριος ὁ θεός σου τῷ Φαραω καὶ πᾶσι τοῖς Αἰγυπτίοις (Deuteronômio 7, 18)
τοὺς πειρασμοὺς τοὺς μεγάλους οὓς εἴδοσαν οἱ ὀφθαλμοί σου τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα ἐκεῖνα τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν ὡς ἐξήγαγέν σε κύριος ὁ θεός σου οὕτως ποιήσει κύριος ὁ θεὸς ἡμῶν πᾶσιν τοῖς ἔθνεσιν οὓς σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν (Deuteronômio 7, 19)
καὶ τὰς σφηκίας ἀποστελεῖ κύριος ὁ θεός σου εἰς αὐτούς ἕως ἂν ἐκτριβῶσιν οἱ καταλελειμμένοι καὶ οἱ κεκρυμμένοι ἀπὸ σοῦ (Deuteronômio 7, 20)
καὶ οὐκ εἰσοίσεις βδέλυγμα εἰς τὸν οἶκόν σου καὶ ἔσῃ ἀνάθημα ὥσπερ τοῦτο προσοχθίσματι προσοχθιεῖς καὶ βδελύγματι βδελύξῃ ὅτι ἀνάθημά ἐστιν (Deuteronômio 7, 26)
πάσας τὰς ἐντολάς ἃς ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον φυλάξεσθε ποιεῖν ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε καὶ εἰσέλθητε καὶ κληρονομήσητε τὴν γῆν ἣν κύριος ὁ θεὸς ὑμῶν ὤμοσεν τοῖς πατράσιν ὑμῶν (Deuteronômio 8, 1)
καὶ ἐκάκωσέν σε καὶ ἐλιμαγχόνησέν σε καὶ ἐψώμισέν σε τὸ μαννα ὃ οὐκ εἴδησαν οἱ πατέρες σου ἵνα ἀναγγείλῃ σοι ὅτι οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος ἀλλ’ ἐπὶ παντὶ ῥήματι τῷ ἐκπορευομένῳ διὰ στόματος θεοῦ ζήσεται ὁ ἄνθρωπος (Deuteronômio 8, 3)
τὰ ἱμάτιά σου οὐ κατετρίβη ἀπὸ σοῦ οἱ πόδες σου οὐκ ἐτυλώθησαν ἰδοὺ τεσσαράκοντα ἔτη (Deuteronômio 8, 4)
καὶ φυλάξῃ τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ σου πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ καὶ φοβεῖσθαι αὐτόν (Deuteronômio 8, 6)
ὁ γὰρ κύριος ὁ θεός σου εἰσάγει σε εἰς γῆν ἀγαθὴν καὶ πολλήν οὗ χείμαρροι ὑδάτων καὶ πηγαὶ ἀβύσσων ἐκπορευόμεναι διὰ τῶν πεδίων καὶ διὰ τῶν ὀρέων (Deuteronômio 8, 7)
γῆ πυροῦ καὶ κριθῆς ἄμπελοι συκαῖ ῥόαι γῆ ἐλαίας ἐλαίου καὶ μέλιτος (Deuteronômio 8, 8)