Talált 17880 Eredmények: Οἱ
γράψαντες διὰ χειρὸς αὐτῶν, οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἀδελφοὶ τοῖς κατὰ τὴν ἀντιόχειαν καὶ συρίαν καὶ κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν χαίρειν. (Atos dos Apóstolos 15, 23)
ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν [ἐξελθόντες] ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, οἷς οὐ διεστειλάμεθα, (Atos dos Apóstolos 15, 24)
ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδὸν ἐκλεξαμένοις ἄνδρας πέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν βαρναβᾷ καὶ παύλῳ, (Atos dos Apóstolos 15, 25)
ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ. (Atos dos Apóstolos 15, 26)
οἱ μὲν οὗν ἀπολυθέντες κατῆλθον εἰς ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος ἐπέδωκαν τὴν ἐπιστολήν· (Atos dos Apóstolos 15, 30)
ἰούδας τε καὶ σιλᾶς, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν· (Atos dos Apóstolos 15, 32)
ποιήσαντες δὲ χρόνον ἀπελύθησαν μετ᾽ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστείλαντας αὐτούς. (Atos dos Apóstolos 15, 33)
παῦλος δὲ καὶ βαρναβᾶς διέτριβον ἐν ἀντιοχείᾳ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ κυρίου. (Atos dos Apóstolos 15, 35)
παῦλος δὲ ἠξίου τὸν ἀποστάντα ἀπ᾽ αὐτῶν ἀπὸ παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον μὴ συμπαραλαμβάνειν τοῦτον. (Atos dos Apóstolos 15, 38)
ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν λύστροις καὶ ἰκονίῳ ἀδελφῶν. (Atos dos Apóstolos 16, 2)
τοῦτον ἠθέλησεν ὁ παῦλος σὺν αὐτῶ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις, ᾔδεισαν γὰρ ἅπαντες ὅτι ἕλλην ὁ πατὴρ αὐτοῦ ὑπῆρχεν. (Atos dos Apóstolos 16, 3)
ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδοσαν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ πρεσβυτέρων τῶν ἐν ἱεροσολύμοις. (Atos dos Apóstolos 16, 4)