Mosaico decorativo

Talált 5241 Eredmények: Μου

  • καὶ ἐξῆλθεν Βαγώας ἀπὸ προσώπου Ολοφέρνου καὶ εἰσῆλθεν πρὸς αὐτὴν καὶ εἶπεν μὴ ὀκνησάτω δὴ ἡ παιδίσκη ἡ καλὴ αὕτη ἐλθοῦσα πρὸς τὸν κύριόν μου δοξασθῆναι κατὰ πρόσωπον αὐτοῦ καὶ πίεσαι μεθ’ ἡμῶν εἰς εὐφροσύνην οἶνον καὶ γενηθῆναι ἐν τῇ ἡμέρᾳ ταύτῃ ὡς θυγάτηρ μία τῶν υἱῶν Ασσουρ αἳ παρεστήκασιν ἐν οἴκῳ Ναβουχοδονοσορ (Judite 12, 13)

  • καὶ εἶπεν πρὸς αὐτὸν Ιουδιθ καὶ τίς εἰμι ἐγὼ ἀντεροῦσα τῷ κυρίῳ μου ὅτι πᾶν ὃ ἔσται ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ ἀρεστόν σπεύσασα ποιήσω καὶ ἔσται τοῦτό μοι ἀγαλλίαμα ἕως ἡμέρας θανάτου μου (Judite 12, 14)

  • καὶ εἶπεν Ιουδιθ πίομαι δή κύριε ὅτι ἐμεγαλύνθη τὸ ζῆν μου ἐν ἐμοὶ σήμερον παρὰ πάσας τὰς ἡμέρας τῆς γενέσεώς μου (Judite 12, 18)

  • καὶ ἀπήλθοσαν πάντες ἐκ προσώπου καὶ οὐδεὶς κατελείφθη ἐν τῷ κοιτῶνι ἀπὸ μικροῦ ἕως μεγάλου καὶ στᾶσα Ιουδιθ παρὰ τὴν κλίνην αὐτοῦ εἶπεν ἐν τῇ καρδίᾳ αὐτῆς κύριε ὁ θεὸς πάσης δυνάμεως ἐπίβλεψον ἐν τῇ ὥρᾳ ταύτῃ ἐπὶ τὰ ἔργα τῶν χειρῶν μου εἰς ὕψωμα Ιερουσαλημ (Judite 13, 4)

  • ὅτι νῦν καιρὸς ἀντιλαβέσθαι τῆς κληρονομίας σου καὶ ποιῆσαι τὸ ἐπιτήδευμά μου εἰς θραῦσμα ἐχθρῶν οἳ ἐπανέστησαν ἡμῖν (Judite 13, 5)

  • ἡ δὲ εἶπεν πρὸς αὐτοὺς φωνῇ μεγάλῃ αἰνεῖτε τὸν θεόν αἰνεῖτε αἰνεῖτε τὸν θεόν ὃς οὐκ ἀπέστησεν τὸ ἔλεος αὐτοῦ ἀπὸ τοῦ οἴκου Ισραηλ ἀλλ’ ἔθραυσε τοὺς ἐχθροὺς ἡμῶν διὰ χειρός μου ἐν τῇ νυκτὶ ταύτῃ (Judite 13, 14)

  • καὶ ζῇ κύριος ὃς διεφύλαξέν με ἐν τῇ ὁδῷ μου ᾗ ἐπορεύθην ὅτι ἠπάτησεν αὐτὸν τὸ πρόσωπόν μου εἰς ἀπώλειαν αὐτοῦ καὶ οὐκ ἐποίησεν ἁμάρτημα μετ’ ἐμοῦ εἰς μίασμα καὶ αἰσχύνην (Judite 13, 16)

  • καὶ εἶπεν πρὸς αὐτοὺς Ιουδιθ ἀκούσατε δή μου ἀδελφοί καὶ λαβόντες τὴν κεφαλὴν ταύτην κρεμάσατε αὐτὴν ἐπὶ τῆς ἐπάλξεως τοῦ τείχους ὑμῶν (Judite 14, 1)

  • καὶ ἀναλαβόντες οὗτοι τὰς πανοπλίας αὐτῶν πορεύσονται εἰς τὴν παρεμβολὴν αὐτῶν καὶ ἐγεροῦσι τοὺς στρατηγοὺς τῆς δυνάμεως Ασσουρ καὶ συνδραμοῦνται ἐπὶ τὴν σκηνὴν Ολοφέρνου καὶ οὐχ εὑρήσουσιν αὐτόν καὶ ἐπιπεσεῖται ἐπ’ αὐτοὺς φόβος καὶ φεύξονται ἀπὸ προσώπου ὑμῶν (Judite 14, 3)

  • καὶ ἐβόησεν φωνῇ μεγάλῃ μετὰ κλαυθμοῦ καὶ στεναγμοῦ καὶ βοῆς ἰσχυρᾶς καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ (Judite 14, 16)

  • καὶ εἶπεν Ιουδιθ ἐξάρχετε τῷ θεῷ μου ἐν τυμπάνοις ᾄσατε τῷ κυρίῳ ἐν κυμβάλοις ἐναρμόσασθε αὐτῷ ψαλμὸν καὶ αἶνον ὑψοῦτε καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ (Judite 16, 1)

  • ὅτι θεὸς συντρίβων πολέμους κύριος ὅτι εἰς παρεμβολὰς αὐτοῦ ἐν μέσῳ λαοῦ ἐξείλατό με ἐκ χειρὸς καταδιωκόντων με (Judite 16, 2)


"Desapegue-se daquilo que não é de Deus e não leva a Deus". São Padre Pio de Pietrelcina