Mosaico decorativo

Talált 27855 Eredmények: Καὶ

  • αὐτοὶ δὲ ἐξεμυκτήρισαν ἐν τοῖς ἀγγέλοις αὐτοῦ καὶ ᾗ ἡμέρᾳ ἐλάλησεν κύριος ἦσαν ἐκπαίζοντες τοὺς προφήτας αὐτοῦ ἕως τοῦ θυμωθέντα αὐτὸν ἐπὶ τῷ ἔθνει αὐτοῦ διὰ τὰ δυσσεβήματα προστάξαι ἀναβιβάσαι ἐπ’ αὐτοὺς τοὺς βασιλεῖς τῶν Χαλδαίων (Esdras 1, 49)

  • οὗτοι ἀπέκτειναν τοὺς νεανίσκους αὐτῶν ἐν ῥομφαίᾳ περικύκλῳ τοῦ ἁγίου αὐτῶν ἱεροῦ καὶ οὐκ ἐφείσαντο νεανίσκου καὶ παρθένου καὶ πρεσβύτου καὶ νεωτέρου ἀλλὰ πάντας παρέδωκεν εἰς τὰς χεῖρας αὐτῶν (Esdras 1, 50)

  • καὶ πάντα τὰ ἱερὰ σκεύη τοῦ κυρίου τὰ μεγάλα καὶ τὰ μικρὰ καὶ τὰς κιβωτοὺς τοῦ κυρίου καὶ τὰς βασιλικὰς ἀποθήκας ἀναλαβόντες ἀπήνεγκαν εἰς Βαβυλῶνα (Esdras 1, 51)

  • καὶ ἐνεπύρισαν τὸν οἶκον τοῦ κυρίου καὶ ἔλυσαν τὰ τείχα Ιεροσολύμων καὶ τοὺς πύργους αὐτῶν ἐνεπύρισαν ἐν πυρὶ (Esdras 1, 52)

  • καὶ συνετέλεσαν πάντα τὰ ἔνδοξα αὐτῆς ἀχρεῶσαι καὶ τοὺς ἐπιλοίπους ἀπήγαγεν μετὰ ῥομφαίας εἰς Βαβυλῶνα (Esdras 1, 53)

  • καὶ ἦσαν παῖδες αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ μέχρι τοῦ βασιλεῦσαι Πέρσας εἰς ἀναπλήρωσιν τοῦ ῥήματος τοῦ κυρίου ἐν στόματι Ιερεμιου (Esdras 1, 54)

  • βασιλεύοντος Κύρου Περσῶν ἔτους πρώτου εἰς συντέλειαν ῥήματος κυρίου ἐν στόματι Ιερεμιου ἤγειρεν κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν καὶ ἐκήρυξεν ἐν ὅλῃ τῇ βασιλείᾳ αὐτοῦ καὶ ἅμα διὰ γραπτῶν λέγων (Esdras 2, 1)

  • τάδε λέγει ὁ βασιλεὺς Περσῶν Κῦρος ἐμὲ ἀνέδειξεν βασιλέα τῆς οἰκουμένης ὁ κύριος τοῦ Ισραηλ κύριος ὁ ὕψιστος καὶ ἐσήμηνέν μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ιερουσαλημ τῇ ἐν τῇ Ιουδαίᾳ (Esdras 2, 2)

  • εἴ τίς ἐστιν οὖν ὑμῶν ἐκ τοῦ ἔθνους αὐτοῦ ἔστω ὁ κύριος αὐτοῦ μετ’ αὐτοῦ καὶ ἀναβὰς εἰς τὴν Ιερουσαλημ τὴν ἐν τῇ Ιουδαίᾳ οἰκοδομείτω τὸν οἶκον τοῦ κυρίου τοῦ Ισραηλ οὗτος ὁ κύριος ὁ κατασκηνώσας ἐν Ιερουσαλημ (Esdras 2, 3)

  • ὅσοι οὖν κατὰ τόπους οἰκοῦσιν βοηθείτωσαν αὐτῷ οἱ ἐν τῷ τόπῳ αὐτοῦ ἐν χρυσίῳ καὶ ἐν ἀργυρίῳ ἐν δόσεσιν μεθ’ ἵππων καὶ κτηνῶν σὺν τοῖς ἄλλοις τοῖς κατ’ εὐχὰς προστεθειμένοις εἰς τὸ ἱερὸν τοῦ κυρίου τὸ ἐν Ιερουσαλημ (Esdras 2, 4)

  • καὶ καταστάντες οἱ ἀρχίφυλοι τῶν πατριῶν τῆς Ιουδα καὶ Βενιαμιν φυλῆς καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πάντων ὧν ἤγειρεν κύριος τὸ πνεῦμα ἀναβῆναι οἰκοδομῆσαι οἶκον τῷ κυρίῳ τὸν ἐν Ιερουσαλημ (Esdras 2, 5)

  • καὶ οἱ περικύκλῳ αὐτῶν ἐβοήθησαν ἐν πᾶσιν ἀργυρίῳ καὶ χρυσίῳ ἵπποις καὶ κτήνεσιν καὶ εὐχαῖς ὡς πλείσταις πολλῶν ὧν ὁ νοῦς ἠγέρθη (Esdras 2, 6)


"O verdadeiro servo de Deus é aquele que usa a caridade para com seu próximo, que está decidido a fazer a vontade de Deus a todo custo, que vive em profunda humildade e simplicidade". São Padre Pio de Pietrelcina