Mosaico decorativo

Talált 27855 Eredmények: Καὶ

  • σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ συνέχυννεν [τοὺς] ἰουδαίους τοὺς κατοικοῦντας ἐν δαμασκῶ, συμβιβάζων ὅτι οὖτός ἐστιν ὁ χριστός. (Atos dos Apóstolos 9, 22)

  • ἐγνώσθη δὲ τῶ σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. παρετηροῦντο δὲ καὶ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσιν· (Atos dos Apóstolos 9, 24)

  • παραγενόμενος δὲ εἰς ἰερουσαλὴμ ἐπείραζεν κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής. (Atos dos Apóstolos 9, 26)

  • βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῶ εἶδεν τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῶ, καὶ πῶς ἐν δαμασκῶ ἐπαρρησιάσατο ἐν τῶ ὀνόματι τοῦ ἰησοῦ. (Atos dos Apóstolos 9, 27)

  • καὶ ἦν μετ᾽ αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος εἰς ἰερουσαλήμ, παρρησιαζόμενος ἐν τῶ ὀνόματι τοῦ κυρίου, (Atos dos Apóstolos 9, 28)

  • ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν ἀνελεῖν αὐτόν. (Atos dos Apóstolos 9, 29)

  • ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς καισάρειαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς ταρσόν. (Atos dos Apóstolos 9, 30)

  • ἡ μὲν οὗν ἐκκλησία καθ᾽ ὅλης τῆς ἰουδαίας καὶ γαλιλαίας καὶ σαμαρείας εἶχεν εἰρήνην, οἰκοδομουμένη καὶ πορευομένη τῶ φόβῳ τοῦ κυρίου, καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνετο. (Atos dos Apóstolos 9, 31)

  • ἐγένετο δὲ πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας λύδδα. (Atos dos Apóstolos 9, 32)

  • καὶ εἶπεν αὐτῶ ὁ πέτρος, αἰνέα, ἰᾶταί σε ἰησοῦς χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῶ. καὶ εὐθέως ἀνέστη. (Atos dos Apóstolos 9, 34)

  • καὶ εἶδαν αὐτὸν πάντες οἱ κατοικοῦντες λύδδα καὶ τὸν σαρῶνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον. (Atos dos Apóstolos 9, 35)

  • ἐν ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι ταβιθά, ἣ διερμηνευομένη λέγεται δορκάς· αὕτη ἦν πλήρης ἔργων ἀγαθῶν καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. (Atos dos Apóstolos 9, 36)


"A mulher forte é a que tem temor de Deus e faz a vontade de Deus." São Padre Pio de Pietrelcina