Talált 27855 Eredmények: Καὶ
οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες, οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾽ ἡμᾶς. (São Lucas 19, 14)
καὶ ἐγένετο ἐν τῶ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῶ τοὺς δούλους τούτους οἷς δεδώκει τὸ ἀργύριον, ἵνα γνοῖ τί διεπραγματεύσαντο. (São Lucas 19, 15)
καὶ εἶπεν αὐτῶ, εὗγε, ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων. (São Lucas 19, 17)
καὶ ἦλθεν ὁ δεύτερος λέγων, ἡ μνᾶ σου, κύριε, ἐποίησεν πέντε μνᾶς. (São Lucas 19, 18)
εἶπεν δὲ καὶ τούτῳ, καὶ σὺ ἐπάνω γίνου πέντε πόλεων. (São Lucas 19, 19)
καὶ ὁ ἕτερος ἦλθεν λέγων, κύριε, ἰδοὺ ἡ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ· (São Lucas 19, 20)
ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ, αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας. (São Lucas 19, 21)
λέγει αὐτῶ, ἐκ τοῦ στόματός σου κρίνω σε, πονηρὲ δοῦλε. ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα; (São Lucas 19, 22)
καὶ διὰ τί οὐκ ἔδωκάς μου τὸ ἀργύριον ἐπὶ τράπεζαν; κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν αὐτὸ ἔπραξα. (São Lucas 19, 23)
καὶ τοῖς παρεστῶσιν εἶπεν, ἄρατε ἀπ᾽ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῶ τὰς δέκα μνᾶς ἔχοντι (São Lucas 19, 24)
_ καὶ εἶπαν αὐτῶ, κύριε, ἔχει δέκα μνᾶς _ (São Lucas 19, 25)
λέγω ὑμῖν ὅτι παντὶ τῶ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται. (São Lucas 19, 26)