Mosaico decorativo

Talált 27855 Eredmények: Καὶ

  • καὶ ἦν κηρύσσων εἰς τὰς συναγωγὰς τῆς ἰουδαίας. (São Lucas 4, 44)

  • ἐγένετο δὲ ἐν τῶ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῶ καὶ ἀκούειν τὸν λόγον τοῦ θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην γεννησαρέτ, (São Lucas 5, 1)

  • καὶ εἶδεν δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀπ᾽ αὐτῶν ἀποβάντες ἔπλυνον τὰ δίκτυα. (São Lucas 5, 2)

  • ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπεν πρὸς τὸν σίμωνα, ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. (São Lucas 5, 4)

  • καὶ ἀποκριθεὶς σίμων εἶπεν, ἐπιστάτα, δι᾽ ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν, ἐπὶ δὲ τῶ ῥήματί σου χαλάσω τὰ δίκτυα. (São Lucas 5, 5)

  • καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ, διερρήσσετο δὲ τὰ δίκτυα αὐτῶν. (São Lucas 5, 6)

  • καὶ κατένευσαν τοῖς μετόχοις ἐν τῶ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον, καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα ὥστε βυθίζεσθαι αὐτά. (São Lucas 5, 7)

  • θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῶ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ὧν συνέλαβον, (São Lucas 5, 9)

  • ὁμοίως δὲ καὶ ἰάκωβον καὶ ἰωάννην υἱοὺς ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῶ σίμωνι. καὶ εἶπεν πρὸς τὸν σίμωνα ὁ ἰησοῦς, μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. (São Lucas 5, 10)

  • καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν ἀφέντες πάντα ἠκολούθησαν αὐτῶ. (São Lucas 5, 11)

  • καὶ ἐγένετο ἐν τῶ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας· ἰδὼν δὲ τὸν ἰησοῦν πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων, κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. (São Lucas 5, 12)

  • καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέγων, θέλω, καθαρίσθητι· καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ᾽ αὐτοῦ. (São Lucas 5, 13)


"A prática das bem-aventuranças não requer atos de heroísmo, mas a aceitação simples e humilde das provações." São Padre Pio de Pietrelcina