Talált 27855 Eredmények: Καὶ
οἱ τὸ ἀργύριον τεκταίνοντες καὶ μεριμνῶντες καὶ οὐκ ἔστιν ἐξεύρεσις τῶν ἔργων αὐτῶν (Baruc 3, 18)
ἠφανίσθησαν καὶ εἰς ᾅδου κατέβησαν καὶ ἄλλοι ἀντανέστησαν ἀντ’ αὐτῶν (Baruc 3, 19)
νεώτεροι εἶδον φῶς καὶ κατῴκησαν ἐπὶ τῆς γῆς ὁδὸν δὲ ἐπιστήμης οὐκ ἔγνωσαν (Baruc 3, 20)
οὔτε υἱοὶ Αγαρ οἱ ἐκζητοῦντες τὴν σύνεσιν ἐπὶ τῆς γῆς οἱ ἔμποροι τῆς Μερραν καὶ Θαιμαν οἱ μυθολόγοι καὶ οἱ ἐκζητηταὶ τῆς συνέσεως ὁδὸν τῆς σοφίας οὐκ ἔγνωσαν οὐδὲ ἐμνήσθησαν τὰς τρίβους αὐτῆς (Baruc 3, 23)
ὦ Ισραηλ ὡς μέγας ὁ οἶκος τοῦ θεοῦ καὶ ἐπιμήκης ὁ τόπος τῆς κτήσεως αὐτοῦ (Baruc 3, 24)
μέγας καὶ οὐκ ἔχει τελευτήν ὑψηλὸς καὶ ἀμέτρητος (Baruc 3, 25)
καὶ ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν φρόνησιν ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὐτῶν (Baruc 3, 28)
τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ ἔλαβεν αὐτὴν καὶ κατεβίβασεν αὐτὴν ἐκ τῶν νεφελῶν (Baruc 3, 29)
τίς διέβη πέραν τῆς θαλάσσης καὶ εὗρεν αὐτὴν καὶ οἴσει αὐτὴν χρυσίου ἐκλεκτοῦ (Baruc 3, 30)
ὁ ἀποστέλλων τὸ φῶς καὶ πορεύεται ἐκάλεσεν αὐτό καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ (Baruc 3, 33)
οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν καὶ εὐφράνθησαν (Baruc 3, 34)
ἐκάλεσεν αὐτοὺς καὶ εἶπον πάρεσμεν ἔλαμψαν μετ’ εὐφροσύνης τῷ ποιήσαντι αὐτούς (Baruc 3, 35)