Mosaico decorativo

Talált 27855 Eredmények: Καὶ

  • δύο εἴδη πληθύνουσιν ἁμαρτίας καὶ τὸ τρίτον ἐπάξει ὀργήν (Eclesiástico 23, 16)

  • ψυχὴ θερμὴ ὡς πῦρ καιόμενον οὐ μὴ σβεσθῇ ἕως ἂν καταποθῇ ἄνθρωπος πόρνος ἐν σώματι σαρκὸς αὐτοῦ οὐ μὴ παύσηται ἕως ἂν ἐκκαύσῃ πῦρ ἀνθρώπῳ πόρνῳ πᾶς ἄρτος ἡδύς οὐ μὴ κοπάσῃ ἕως ἂν τελευτήσῃ (Eclesiástico 23, 17)

  • ἄνθρωπος παραβαίνων ἀπὸ τῆς κλίνης αὐτοῦ λέγων ἐν τῇ ψυχῇ αὐτοῦ τίς με ὁρᾷ σκότος κύκλῳ μου καὶ οἱ τοῖχοί με καλύπτουσιν καὶ οὐθείς με ὁρᾷ τί εὐλαβοῦμαι τῶν ἁμαρτιῶν μου οὐ μὴ μνησθήσεται ὁ ὕψιστος (Eclesiástico 23, 18)

  • καὶ ὀφθαλμοὶ ἀνθρώπων ὁ φόβος αὐτοῦ καὶ οὐκ ἔγνω ὅτι ὀφθαλμοὶ κυρίου μυριοπλασίως ἡλίου φωτεινότεροι ἐπιβλέποντες πάσας ὁδοὺς ἀνθρώπων καὶ κατανοοῦντες εἰς ἀπόκρυφα μέρη (Eclesiástico 23, 19)

  • πρὶν ἢ κτισθῆναι τὰ πάντα ἔγνωσται αὐτῷ οὕτως καὶ μετὰ τὸ συντελεσθῆναι (Eclesiástico 23, 20)

  • οὗτος ἐν πλατείαις πόλεως ἐκδικηθήσεται καὶ οὗ οὐχ ὑπενόησεν πιασθήσεται (Eclesiástico 23, 21)

  • οὕτως καὶ γυνὴ καταλιποῦσα τὸν ἄνδρα καὶ παριστῶσα κληρονόμον ἐξ ἀλλοτρίου (Eclesiástico 23, 22)

  • πρῶτον μὲν γὰρ ἐν νόμῳ ὑψίστου ἠπείθησεν καὶ δεύτερον εἰς ἄνδρα αὐτῆς ἐπλημμέλησεν καὶ τὸ τρίτον ἐν πορνείᾳ ἐμοιχεύθη καὶ ἐξ ἀλλοτρίου ἀνδρὸς τέκνα παρέστησεν (Eclesiástico 23, 23)

  • αὕτη εἰς ἐκκλησίαν ἐξαχθήσεται καὶ ἐπὶ τὰ τέκνα αὐτῆς ἐπισκοπὴ ἔσται (Eclesiástico 23, 24)

  • οὐ διαδώσουσιν τὰ τέκνα αὐτῆς εἰς ῥίζαν καὶ οἱ κλάδοι αὐτῆς οὐκ οἴσουσιν καρπόν (Eclesiástico 23, 25)

  • καταλείψει εἰς κατάραν τὸ μνημόσυνον αὐτῆς καὶ τὸ ὄνειδος αὐτῆς οὐκ ἐξαλειφθήσεται (Eclesiástico 23, 26)

  • καὶ ἐπιγνώσονται οἱ καταλειφθέντες ὅτι οὐθὲν κρεῖττον φόβου κυρίου καὶ οὐθὲν γλυκύτερον τοῦ προσέχειν ἐντολαῖς κυρίου (Eclesiástico 23, 27)


"O verdadeiro servo de Deus é aquele que usa a caridade para com seu próximo, que está decidido a fazer a vontade de Deus a todo custo, que vive em profunda humildade e simplicidade". São Padre Pio de Pietrelcina