Talált 27855 Eredmények: Καὶ
σοφία κεκρυμμένη καὶ θησαυρὸς ἀφανής τίς ὠφέλεια ἐν ἀμφοτέροις (Eclesiástico 20, 30)
τέκνον ἥμαρτες μὴ προσθῇς μηκέτι καὶ περὶ τῶν προτέρων σου δεήθητι (Eclesiástico 21, 1)
καταπληγμὸς καὶ ὕβρις ἐρημώσουσιν πλοῦτον οὕτως οἶκος ὑπερηφάνου ἐρημωθήσεται (Eclesiástico 21, 4)
δέησις πτωχοῦ ἐκ στόματος ἕως ὠτίων αὐτοῦ καὶ τὸ κρίμα αὐτοῦ κατὰ σπουδὴν ἔρχεται (Eclesiástico 21, 5)
μισῶν ἐλεγμὸν ἐν ἴχνει ἁμαρτωλοῦ καὶ ὁ φοβούμενος κύριον ἐπιστρέψει ἐν καρδίᾳ (Eclesiástico 21, 6)
στιππύον συνηγμένον συναγωγὴ ἀνόμων καὶ ἡ συντέλεια αὐτῶν φλὸξ πυρός (Eclesiástico 21, 9)
ὁδὸς ἁμαρτωλῶν ὡμαλισμένη ἐκ λίθων καὶ ἐπ’ ἐσχάτων αὐτῆς βόθρος ᾅδου (Eclesiástico 21, 10)
ὁ φυλάσσων νόμον κατακρατεῖ τοῦ ἐννοήματος αὐτοῦ καὶ συντέλεια τοῦ φόβου κυρίου σοφία (Eclesiástico 21, 11)
γνῶσις σοφοῦ ὡς κατακλυσμὸς πληθυνθήσεται καὶ ἡ βουλὴ αὐτοῦ ὡς πηγὴ ζωῆς (Eclesiástico 21, 13)
ἔγκατα μωροῦ ὡς ἀγγεῖον συντετριμμένον καὶ πᾶσαν γνῶσιν οὐ κρατήσει (Eclesiástico 21, 14)
λόγον σοφὸν ἐὰν ἀκούσῃ ἐπιστήμων αἰνέσει αὐτὸν καὶ ἐπ’ αὐτὸν προσθήσει ἤκουσεν ὁ σπαταλῶν καὶ ἀπήρεσεν αὐτῷ καὶ ἀπέστρεψεν αὐτὸν ὀπίσω τοῦ νώτου αὐτοῦ (Eclesiástico 21, 15)
στόμα φρονίμου ζητηθήσεται ἐν ἐκκλησίᾳ καὶ τοὺς λόγους αὐτοῦ διανοηθήσονται ἐν καρδίᾳ (Eclesiástico 21, 17)