Talált 27855 Eredmények: Καὶ
βασάνισον τοὺς καταδυναστεύοντας καὶ ἐξυβρίζοντας ἐν ὑπερηφανίᾳ (II Macabeus 1, 28)
καθὼς δὲ ἀνηλώθη τὰ τῆς θυσίας καὶ τὸ περιλειπόμενον ὕδωρ ὁ Νεεμιας ἐκέλευσεν λίθους μείζονας καταχεῖν (II Macabeus 1, 31)
ὡς δὲ φανερὸν ἐγενήθη τὸ πρᾶγμα καὶ διηγγέλη τῷ βασιλεῖ τῶν Περσῶν ὅτι εἰς τὸν τόπον οὗ τὸ πῦρ ἔκρυψαν οἱ μεταχθέντες ἱερεῖς τὸ ὕδωρ ἐφάνη ἀφ’ οὗ καὶ οἱ περὶ τὸν Νεεμιαν ἥγνισαν τὰ τῆς θυσίας (II Macabeus 1, 33)
καὶ οἷς ἐχαρίζετο ὁ βασιλεύς πολλὰ διάφορα ἐλάμβανεν καὶ μετεδίδου (II Macabeus 1, 35)
καὶ ὡς ἐνετείλατο τοῖς μεταγενομένοις ὁ προφήτης δοὺς αὐτοῖς τὸν νόμον ἵνα μὴ ἐπιλάθωνται τῶν προσταγμάτων τοῦ κυρίου καὶ ἵνα μὴ ἀποπλανηθῶσιν ταῖς διανοίαις βλέποντες ἀγάλματα χρυσᾶ καὶ ἀργυρᾶ καὶ τὸν περὶ αὐτὰ κόσμον (II Macabeus 2, 2)
καὶ ἕτερα τοιαῦτα λέγων παρεκάλει μὴ ἀποστῆναι τὸν νόμον ἀπὸ τῆς καρδίας αὐτῶν (II Macabeus 2, 3)
ἦν δὲ ἐν τῇ γραφῇ ὡς τὴν σκηνὴν καὶ τὴν κιβωτὸν ἐκέλευσεν ὁ προφήτης χρηματισμοῦ γενηθέντος αὐτῷ συνακολουθεῖν ὡς δὲ ἐξῆλθεν εἰς τὸ ὄρος οὗ ὁ Μωυσῆς ἀναβὰς ἐθεάσατο τὴν τοῦ θεοῦ κληρονομίαν (II Macabeus 2, 4)
καὶ ἐλθὼν ὁ Ιερεμιας εὗρεν οἶκον ἀντρώδη καὶ τὴν σκηνὴν καὶ τὴν κιβωτὸν καὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος εἰσήνεγκεν ἐκεῖ καὶ τὴν θύραν ἐνέφραξεν (II Macabeus 2, 5)
καὶ προσελθόντες τινὲς τῶν συνακολουθούντων ὥστε ἐπισημάνασθαι τὴν ὁδὸν καὶ οὐκ ἐδυνήθησαν εὑρεῖν (II Macabeus 2, 6)
ὡς δὲ ὁ Ιερεμιας ἔγνω μεμψάμενος αὐτοῖς εἶπεν ὅτι καὶ ἄγνωστος ὁ τόπος ἔσται ἕως ἂν συναγάγῃ ὁ θεὸς ἐπισυναγωγὴν τοῦ λαοῦ καὶ ἵλεως γένηται (II Macabeus 2, 7)
καὶ τότε ὁ κύριος ἀναδείξει ταῦτα καὶ ὀφθήσεται ἡ δόξα τοῦ κυρίου καὶ ἡ νεφέλη ὡς ἐπὶ Μωυσῇ ἐδηλοῦτο ὡς καὶ ὁ Σαλωμων ἠξίωσεν ἵνα ὁ τόπος καθαγιασθῇ μεγάλως (II Macabeus 2, 8)
διεσαφεῖτο δὲ καὶ ὡς σοφίαν ἔχων ἀνήνεγκεν θυσίαν ἐγκαινισμοῦ καὶ τῆς τελειώσεως τοῦ ἱεροῦ (II Macabeus 2, 9)