Talált 27855 Eredmények: Καὶ
καὶ οὐκ ἐξέσται οὐθενὶ τοῦ λαοῦ καὶ τῶν ἱερέων ἀθετῆσαί τι τούτων καὶ ἀντειπεῖν τοῖς ὑπ’ αὐτοῦ ῥηθησομένοις καὶ ἐπισυστρέψαι συστροφὴν ἐν τῇ χώρᾳ ἄνευ αὐτοῦ καὶ περιβάλλεσθαι πορφύραν καὶ ἐμπορποῦσθαι πόρπην χρυσῆν (I Macabeus 14, 44)
καὶ εὐδόκησεν πᾶς ὁ λαὸς θέσθαι Σιμωνι ποιῆσαι κατὰ τοὺς λόγους τούτους (I Macabeus 14, 46)
καὶ ἐπεδέξατο Σιμων καὶ εὐδόκησεν ἀρχιερατεύειν καὶ εἶναι στρατηγὸς καὶ ἐθνάρχης τῶν Ιουδαίων καὶ ἱερέων καὶ τοῦ προστατῆσαι πάντων (I Macabeus 14, 47)
καὶ τὴν γραφὴν ταύτην εἶπον θέσθαι ἐν δέλτοις χαλκαῖς καὶ στῆσαι αὐτὰς ἐν περιβόλῳ τῶν ἁγίων ἐν τόπῳ ἐπισήμῳ (I Macabeus 14, 48)
τὰ δὲ ἀντίγραφα αὐτῶν θέσθαι ἐν τῷ γαζοφυλακίῳ ὅπως ἔχῃ Σιμων καὶ οἱ υἱοὶ αὐτοῦ (I Macabeus 14, 49)
καὶ ἀπέστειλεν Ἀντίοχος υἱὸς Δημητρίου τοῦ βασιλέως ἐπιστολὰς ἀπὸ τῶν νήσων τῆς θαλάσσης Σιμωνι ἱερεῖ καὶ ἐθνάρχῃ τῶν Ιουδαίων καὶ παντὶ τῷ ἔθνει (I Macabeus 15, 1)
καὶ ἦσαν περιέχουσαι τὸν τρόπον τοῦτον βασιλεὺς Ἀντίοχος Σίμωνι ἱερεῖ μεγάλῳ καὶ ἐθνάρχῃ καὶ ἔθνει Ιουδαίων χαίρειν (I Macabeus 15, 2)
ἐπεί τινες λοιμοὶ κατεκράτησαν τῆς βασιλείας τῶν πατέρων ἡμῶν βούλομαι δὲ ἀντιποιήσασθαι τῆς βασιλείας ὅπως ἀποκαταστήσω αὐτὴν ὡς ἦν τὸ πρότερον ἐξενολόγησα δὲ πλῆθος δυνάμεων καὶ κατεσκεύασα πλοῖα πολεμικά (I Macabeus 15, 3)
βούλομαι δὲ ἐκβῆναι κατὰ τὴν χώραν ὅπως μετέλθω τοὺς κατεφθαρκότας τὴν χώραν ἡμῶν καὶ τοὺς ἠρημωκότας πόλεις πολλὰς ἐν τῇ βασιλείᾳ μου (I Macabeus 15, 4)
νῦν οὖν ἵστημί σοι πάντα τὰ ἀφέματα ἃ ἀφῆκάν σοι οἱ πρὸ ἐμοῦ βασιλεῖς καὶ ὅσα ἄλλα δόματα ἀφῆκάν σοι (I Macabeus 15, 5)
καὶ ἐπέτρεψά σοι ποιῆσαι κόμμα ἴδιον νόμισμα τῇ χώρᾳ σου (I Macabeus 15, 6)
Ιερουσαλημ δὲ καὶ τὰ ἅγια εἶναι ἐλεύθερα καὶ πάντα τὰ ὅπλα ὅσα κατεσκεύασας καὶ τὰ ὀχυρώματα ἃ ᾠκοδόμησας ὧν κρατεῖς μενέτω σοι (I Macabeus 15, 7)