Mosaico decorativo

Talált 11889 Eredmények: Εἰς

  • καὶ Τωβιτ ἔγραψεν προσευχὴν εἰς ἀγαλλίασιν καὶ εἶπεν (Tobias 13, 1)

  • εὐλογητὸς ὁ θεὸς ὁ ζῶν εἰς τοὺς αἰῶνας καὶ ἡ βασιλεία αὐτοῦ ὅτι αὐτὸς μαστιγοῖ καὶ ἐλεᾷ κατάγει εἰς ᾅδην καὶ ἀνάγει καὶ οὐκ ἔστιν ὃς ἐκφεύξεται τὴν χεῖρα αὐτοῦ (Tobias 13, 2)

  • ἐξομολογεῖσθε αὐτῷ οἱ υἱοὶ Ισραηλ ἐνώπιον τῶν ἐθνῶν ὅτι αὐτὸς διέσπειρεν ἡμᾶς ἐν αὐτοῖς (Tobias 13, 3)

  • ἐκεῖ ὑποδείξατε τὴν μεγαλωσύνην αὐτοῦ ὑψοῦτε αὐτὸν ἐνώπιον παντὸς ζῶντος καθότι αὐτὸς κύριος ἡμῶν καὶ θεός αὐτὸς πατὴρ ἡμῶν εἰς πάντας τοὺς αἰῶνας (Tobias 13, 4)

  • καὶ εὐφράναι ἐν σοὶ τοὺς αἰχμαλώτους καὶ ἀγαπήσαι ἐν σοὶ τοὺς ταλαιπώρους εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος (Tobias 13, 12)

  • ἐπικατάρατοι πάντες οἱ μισοῦντές σε εὐλογημένοι ἔσονται πάντες οἱ ἀγαπῶντές σε εἰς τὸν αἰῶνα (Tobias 13, 14)

  • μακάριοι ὅσοι ἐλυπήθησαν ἐπὶ πάσαις ταῖς μάστιξίν σου ὅτι ἐπὶ σοὶ χαρήσονται θεασάμενοι πᾶσαν τὴν δόξαν σου καὶ εὐφρανθήσονται εἰς τὸν αἰῶνα ἡ ψυχή μου εὐλογείτω τὸν θεὸν τὸν βασιλέα τὸν μέγαν (Tobias 13, 16)

  • καὶ ἦν ἐτῶν πεντήκοντα ὀκτώ ὅτε ἀπώλεσεν τὰς ὄψεις καὶ μετὰ ἔτη ὀκτὼ ἀνέβλεψεν καὶ ἐποίει ἐλεημοσύνας καὶ προσέθετο φοβεῖσθαι κύριον τὸν θεὸν καὶ ἐξομολογεῖσθαι αὐτῷ (Tobias 14, 2)

  • ἄπελθε εἰς τὴν Μηδίαν τέκνον ὅτι πέπεισμαι ὅσα ἐλάλησεν Ιωνας ὁ προφήτης περὶ Νινευη ὅτι καταστραφήσεται ἐν δὲ τῇ Μηδίᾳ ἔσται εἰρήνη μᾶλλον ἕως καιροῦ καὶ ὅτι οἱ ἀδελφοὶ ἡμῶν ἐν τῇ γῇ σκορπισθήσονται ἀπὸ τῆς ἀγαθῆς γῆς καὶ Ιεροσόλυμα ἔσται ἔρημος καὶ ὁ οἶκος τοῦ θεοῦ ἐν αὐτῇ κατακαήσεται καὶ ἔρημος ἔσται μέχρι χρόνου (Tobias 14, 4)

  • καὶ πάλιν ἐλεήσει αὐτοὺς ὁ θεὸς καὶ ἐπιστρέψει αὐτοὺς εἰς τὴν γῆν καὶ οἰκοδομήσουσιν τὸν οἶκον οὐχ οἷος ὁ πρότερος ἕως πληρωθῶσιν καιροὶ τοῦ αἰῶνος καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν ἐκ τῶν αἰχμαλωσιῶν καὶ οἰκοδομήσουσιν Ιερουσαλημ ἐντίμως καὶ ὁ οἶκος τοῦ θεοῦ ἐν αὐτῇ οἰκοδομηθήσεται εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος οἰκοδομῇ ἐνδόξῳ καθὼς ἐλάλησαν περὶ αὐτῆς οἱ προφῆται (Tobias 14, 5)

  • καὶ πάντα τὰ ἔθνη ἐπιστρέψουσιν ἀληθινῶς φοβεῖσθαι κύριον τὸν θεὸν καὶ κατορύξουσιν τὰ εἴδωλα αὐτῶν καὶ εὐλογήσουσιν πάντα τὰ ἔθνη τὸν κύριον (Tobias 14, 6)

  • σὺ δὲ τήρησον τὸν νόμον καὶ τὰ προστάγματα καὶ γίνου φιλελεήμων καὶ δίκαιος ἵνα σοι καλῶς ᾖ καὶ θάψον με καλῶς καὶ τὴν μητέρα σου μετ’ ἐμοῦ καὶ μηκέτι αὐλισθῆτε εἰς Νινευη (Tobias 14, 9)


"Não se desencoraje se você precisa trabalhar muito para colher pouco." São Padre Pio de Pietrelcina