Mosaico decorativo

Talált 11889 Eredmények: Εἰς

  • καὶ ἐταπείνωσεν κύριος τοὺς ἀλλοφύλους καὶ οὐ προσέθεντο ἔτι προσελθεῖν εἰς ὅριον Ισραηλ καὶ ἐγενήθη χεὶρ κυρίου ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας τοῦ Σαμουηλ (I Samuel 7, 13)

  • καὶ ἀπεδόθησαν αἱ πόλεις ἃς ἔλαβον οἱ ἀλλόφυλοι παρὰ τῶν υἱῶν Ισραηλ καὶ ἀπέδωκαν αὐτὰς τῷ Ισραηλ ἀπὸ Ἀσκαλῶνος ἕως Αζοβ καὶ τὸ ὅριον Ισραηλ ἀφείλαντο ἐκ χειρὸς ἀλλοφύλων καὶ ἦν εἰρήνη ἀνὰ μέσον Ισραηλ καὶ ἀνὰ μέσον τοῦ Αμορραίου (I Samuel 7, 14)

  • ἡ δὲ ἀποστροφὴ αὐτοῦ εἰς Αρμαθαιμ ὅτι ἐκεῖ ἦν ὁ οἶκος αὐτοῦ καὶ ἐδίκαζεν ἐκεῖ τὸν Ισραηλ καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ (I Samuel 7, 17)

  • καὶ συναθροίζονται ἄνδρες Ισραηλ καὶ παραγίνονται εἰς Αρμαθαιμ πρὸς Σαμουηλ (I Samuel 8, 4)

  • καὶ νῦν ἄκουε τῆς φωνῆς αὐτῶν πλὴν ὅτι διαμαρτυρόμενος διαμαρτύρῃ αὐτοῖς καὶ ἀπαγγελεῖς αὐτοῖς τὸ δικαίωμα τοῦ βασιλέως ὃς βασιλεύσει ἐπ’ αὐτούς (I Samuel 8, 9)

  • καὶ τὰς θυγατέρας ὑμῶν λήμψεται εἰς μυρεψοὺς καὶ εἰς μαγειρίσσας καὶ εἰς πεσσούσας (I Samuel 8, 13)

  • καὶ τοὺς δούλους ὑμῶν καὶ τὰς δούλας ὑμῶν καὶ τὰ βουκόλια ὑμῶν τὰ ἀγαθὰ καὶ τοὺς ὄνους ὑμῶν λήμψεται καὶ ἀποδεκατώσει εἰς τὰ ἔργα αὐτοῦ (I Samuel 8, 16)

  • καὶ τὰ ποίμνια ὑμῶν ἀποδεκατώσει καὶ ὑμεῖς ἔσεσθε αὐτῷ δοῦλοι (I Samuel 8, 17)

  • καὶ βοήσεσθε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου βασιλέως ὑμῶν οὗ ἐξελέξασθε ἑαυτοῖς καὶ οὐκ ἐπακούσεται κύριος ὑμῶν ἐν ταῖς ἡμέραις ἐκείναις ὅτι ὑμεῖς ἐξελέξασθε ἑαυτοῖς βασιλέα (I Samuel 8, 18)

  • καὶ ἐσόμεθα καὶ ἡμεῖς κατὰ πάντα τὰ ἔθνη καὶ δικάσει ἡμᾶς βασιλεὺς ἡμῶν καὶ ἐξελεύσεται ἔμπροσθεν ἡμῶν καὶ πολεμήσει τὸν πόλεμον ἡμῶν (I Samuel 8, 20)

  • καὶ ἤκουσεν Σαμουηλ πάντας τοὺς λόγους τοῦ λαοῦ καὶ ἐλάλησεν αὐτοὺς εἰς τὰ ὦτα κυρίου (I Samuel 8, 21)

  • καὶ εἶπεν κύριος πρὸς Σαμουηλ ἄκουε τῆς φωνῆς αὐτῶν καὶ βασίλευσον αὐτοῖς βασιλέα καὶ εἶπεν Σαμουηλ πρὸς ἄνδρας Ισραηλ ἀποτρεχέτω ἕκαστος εἰς τὴν πόλιν αὐτοῦ (I Samuel 8, 22)


"Onde há mais sacrifício, há mais generosidade." São Padre Pio de Pietrelcina