Talált 11645 Eredmények: Δὲ
ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν καὶ ἐσκληρύνθη ἡ καρδία Φαραω καὶ οὐκ εἰσήκουσεν αὐτῶν καθάπερ εἶπεν κύριος (Êxodo 7, 22)
ἐπιστραφεὶς δὲ Φαραω εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ οὐκ ἐπέστησεν τὸν νοῦν αὐτοῦ οὐδὲ ἐπὶ τούτῳ (Êxodo 7, 23)
ὤρυξαν δὲ πάντες οἱ Αἰγύπτιοι κύκλῳ τοῦ ποταμοῦ ὥστε πιεῖν ὕδωρ καὶ οὐκ ἠδύναντο πιεῖν ὕδωρ ἀπὸ τοῦ ποταμοῦ (Êxodo 7, 24)
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν εἴσελθε πρὸς Φαραω καὶ ἐρεῖς πρὸς αὐτόν τάδε λέγει κύριος ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσωσιν (Êxodo 7, 26)
εἰ δὲ μὴ βούλει σὺ ἐξαποστεῖλαι ἰδοὺ ἐγὼ τύπτω πάντα τὰ ὅριά σου τοῖς βατράχοις (Êxodo 7, 27)
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν εἰπὸν Ααρων τῷ ἀδελφῷ σου ἔκτεινον τῇ χειρὶ τὴν ῥάβδον σου ἐπὶ τοὺς ποταμοὺς καὶ ἐπὶ τὰς διώρυγας καὶ ἐπὶ τὰ ἕλη καὶ ἀνάγαγε τοὺς βατράχους (Êxodo 8, 1)
ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν καὶ ἀνήγαγον τοὺς βατράχους ἐπὶ γῆν Αἰγύπτου (Êxodo 8, 3)
εἶπεν δὲ Μωυσῆς πρὸς Φαραω τάξαι πρός με πότε εὔξωμαι περὶ σοῦ καὶ περὶ τῶν θεραπόντων σου καὶ περὶ τοῦ λαοῦ σου ἀφανίσαι τοὺς βατράχους ἀπὸ σοῦ καὶ ἀπὸ τοῦ λαοῦ σου καὶ ἐκ τῶν οἰκιῶν ὑμῶν πλὴν ἐν τῷ ποταμῷ ὑπολειφθήσονται (Êxodo 8, 5)
ὁ δὲ εἶπεν εἰς αὔριον εἶπεν οὖν ὡς εἴρηκας ἵνα εἰδῇς ὅτι οὐκ ἔστιν ἄλλος πλὴν κυρίου (Êxodo 8, 6)
ἐξῆλθεν δὲ Μωυσῆς καὶ Ααρων ἀπὸ Φαραω καὶ ἐβόησεν Μωυσῆς πρὸς κύριον περὶ τοῦ ὁρισμοῦ τῶν βατράχων ὡς ἐτάξατο Φαραω (Êxodo 8, 8)
ἐποίησεν δὲ κύριος καθάπερ εἶπεν Μωυσῆς καὶ ἐτελεύτησαν οἱ βάτραχοι ἐκ τῶν οἰκιῶν καὶ ἐκ τῶν ἐπαύλεων καὶ ἐκ τῶν ἀγρῶν (Êxodo 8, 9)
ἰδὼν δὲ Φαραω ὅτι γέγονεν ἀνάψυξις ἐβαρύνθη ἡ καρδία αὐτοῦ καὶ οὐκ εἰσήκουσεν αὐτῶν καθάπερ ἐλάλησεν κύριος (Êxodo 8, 11)