Talált 11645 Eredmények: Δὲ
ὁ δὲ ἠρνήσατο λέγων, οὐκ οἶδα αὐτόν, γύναι. (São Lucas 22, 57)
καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη, καὶ σὺ ἐξ αὐτῶν εἶ· ὁ δὲ πέτρος ἔφη, ἄνθρωπε, οὐκ εἰμί. (São Lucas 22, 58)
εἶπεν δὲ ὁ πέτρος, ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ. (São Lucas 22, 60)
καὶ οἱ ἄνδρες οἱ συνέχοντες αὐτὸν ἐνέπαιζον αὐτῶ δέροντες, (São Lucas 22, 63)
λέγοντες, εἰ σὺ εἶ ὁ χριστός, εἰπὸν ἡμῖν. εἶπεν δὲ αὐτοῖς, ἐὰν ὑμῖν εἴπω οὐ μὴ πιστεύσητε· (São Lucas 22, 67)
ἐὰν δὲ ἐρωτήσω οὐ μὴ ἀποκριθῆτε. (São Lucas 22, 68)
ἀπὸ τοῦ νῦν δὲ ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ. (São Lucas 22, 69)
εἶπαν δὲ πάντες, σὺ οὗν εἶ ὁ υἱὸς τοῦ θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη, ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι. (São Lucas 22, 70)
οἱ δὲ εἶπαν, τί ἔτι ἔχομεν μαρτυρίας χρείαν; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ. (São Lucas 22, 71)
ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες, τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος ἡμῶν καὶ κωλύοντα φόρους καίσαρι διδόναι καὶ λέγοντα ἑαυτὸν χριστὸν βασιλέα εἶναι. (São Lucas 23, 2)
ὁ δὲ πιλᾶτος ἠρώτησεν αὐτὸν λέγων, σὺ εἶ ὁ βασιλεὺς τῶν ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῶ ἔφη, σὺ λέγεις. (São Lucas 23, 3)
ὁ δὲ πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους, οὐδὲν εὑρίσκω αἴτιον ἐν τῶ ἀνθρώπῳ τούτῳ. (São Lucas 23, 4)