Mosaico decorativo

Talált 11645 Eredmények: Δὲ

  • καὶ ἦλθον ἕως Εφρων καὶ αὕτη πόλις μεγάλη ἐπὶ τῆς ὁδοῦ ὀχυρὰ σφόδρα οὐκ ἦν ἐκκλῖναι ἀπ’ αὐτῆς δεξιὰν ἢ ἀριστεράν ἀλλ’ ἢ διὰ μέσου αὐτῆς πορεύεσθαι (I Macabeus 5, 46)

  • καὶ ἀπέστειλεν πρὸς αὐτοὺς Ιουδας λόγοις εἰρηνικοῖς λέγων διελευσόμεθα διὰ τῆς γῆς σου τοῦ ἀπελθεῖν εἰς τὴν γῆν ἡμῶν καὶ οὐδεὶς κακοποιήσει ὑμᾶς πλὴν τοῖς ποσὶν παρελευσόμεθα καὶ οὐκ ἠβούλοντο ἀνοῖξαι αὐτῷ (I Macabeus 5, 48)

  • καὶ ἐν ταῖς ἡμέραις ἐν αἷς ἦν Ιουδας καὶ Ιωναθαν ἐν γῇ Γαλααδ καὶ Σιμων ὁ ἀδελφὸς αὐτοῦ ἐν τῇ Γαλιλαίᾳ κατὰ πρόσωπον Πτολεμαίδος (I Macabeus 5, 55)

  • καὶ ἐγενήθη τροπὴ μεγάλη ἐν τῷ λαῷ ὅτι οὐκ ἤκουσαν Ιουδου καὶ τῶν ἀδελφῶν αὐτοῦ οἰόμενοι ἀνδραγαθῆσαι (I Macabeus 5, 61)

  • αὐτοὶ δὲ οὐκ ἦσαν ἐκ τοῦ σπέρματος τῶν ἀνδρῶν ἐκείνων οἷς ἐδόθη σωτηρία Ισραηλ διὰ χειρὸς αὐτῶν (I Macabeus 5, 62)

  • καὶ ὁ ἀνὴρ Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐδοξάσθησαν σφόδρα ἔναντι παντὸς Ισραηλ καὶ τῶν ἐθνῶν πάντων οὗ ἠκούετο τὸ ὄνομα αὐτῶν (I Macabeus 5, 63)

  • καὶ ἐξῆλθεν Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἐπολέμουν τοὺς υἱοὺς Ησαυ ἐν τῇ γῇ τῇ πρὸς νότον καὶ ἐπάταξεν τὴν Χεβρων καὶ τὰς θυγατέρας αὐτῆς καὶ καθεῖλεν τὰ ὀχυρώματα αὐτῆς καὶ τοὺς πύργους αὐτῆς ἐνεπύρισεν κυκλόθεν (I Macabeus 5, 65)

  • νῦν δὲ μιμνῄσκομαι τῶν κακῶν ὧν ἐποίησα ἐν Ιερουσαλημ καὶ ἔλαβον πάντα τὰ σκεύη τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ τὰ ἐν αὐτῇ καὶ ἐξαπέστειλα ἐξᾶραι τοὺς κατοικοῦντας Ιουδα διὰ κενῆς (I Macabeus 6, 12)

  • καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα καὶ εἶπον ἕως πότε οὐ ποιήσῃ κρίσιν καὶ ἐκδικήσεις τοὺς ἀδελφοὺς ἡμῶν (I Macabeus 6, 22)

  • καὶ ἦν ὁ ἀριθμὸς τῶν δυνάμεων αὐτοῦ ἑκατὸν χιλιάδες πεζῶν καὶ εἴκοσι χιλιάδες ἱππέων καὶ ἐλέφαντες δύο καὶ τριάκοντα εἰδότες πόλεμον (I Macabeus 6, 30)

  • καὶ τοῖς ἐλέφασιν ἔδειξαν αἷμα σταφυλῆς καὶ μόρων τοῦ παραστῆσαι αὐτοὺς εἰς τὸν πόλεμον (I Macabeus 6, 34)

  • ὡς δὲ ἔστιλβεν ὁ ἥλιος ἐπὶ τὰς χρυσᾶς καὶ χαλκᾶς ἀσπίδας ἔστιλβεν τὰ ὄρη ἀπ’ αὐτῶν καὶ κατηύγαζεν ὡς λαμπάδες πυρός (I Macabeus 6, 39)


"É preciso amar, amar e nada mais". São Padre Pio de Pietrelcina