Talált 972 Eredmények: Δαυιδ
καὶ ἔθετο ἐν τῇ Ιδουμαίᾳ φρουράν ἐν πάσῃ τῇ Ιδουμαίᾳ καὶ ἐγένοντο πάντες οἱ Ιδουμαῖοι δοῦλοι τῷ βασιλεῖ καὶ ἔσωσεν κύριος τὸν Δαυιδ ἐν πᾶσιν οἷς ἐπορεύετο (II Samuel 8, 14)
καὶ ἐβασίλευσεν Δαυιδ ἐπὶ Ισραηλ καὶ ἦν Δαυιδ ποιῶν κρίμα καὶ δικαιοσύνην ἐπὶ πάντα τὸν λαὸν αὐτοῦ (II Samuel 8, 15)
καὶ Βαναιας υἱὸς Ιωδαε σύμβουλος καὶ ὁ Χελεθθι καὶ ὁ Φελεττι καὶ υἱοὶ Δαυιδ αὐλάρχαι ἦσαν (II Samuel 8, 18)
καὶ εἶπεν Δαυιδ εἰ ἔστιν ἔτι ὑπολελειμμένος τῷ οἴκῳ Σαουλ καὶ ποιήσω μετ’ αὐτοῦ ἔλεος ἕνεκεν Ιωναθαν (II Samuel 9, 1)
καὶ ἐκ τοῦ οἴκου Σαουλ παῖς ἦν καὶ ὄνομα αὐτῷ Σιβα καὶ καλοῦσιν αὐτὸν πρὸς Δαυιδ καὶ εἶπεν πρὸς αὐτὸν ὁ βασιλεύς εἰ σὺ εἶ Σιβα καὶ εἶπεν ἐγὼ δοῦλος σός (II Samuel 9, 2)
καὶ ἀπέστειλεν ὁ βασιλεὺς Δαυιδ καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ οἴκου Μαχιρ υἱοῦ Αμιηλ ἐκ τῆς Λαδαβαρ (II Samuel 9, 5)
καὶ παραγίνεται Μεμφιβοσθε υἱὸς Ιωναθαν υἱοῦ Σαουλ πρὸς τὸν βασιλέα Δαυιδ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ καὶ εἶπεν αὐτῷ Δαυιδ Μεμφιβοσθε καὶ εἶπεν ἰδοὺ ὁ δοῦλός σου (II Samuel 9, 6)
καὶ εἶπεν αὐτῷ Δαυιδ μὴ φοβοῦ ὅτι ποιῶν ποιήσω μετὰ σοῦ ἔλεος διὰ Ιωναθαν τὸν πατέρα σου καὶ ἀποκαταστήσω σοι πάντα ἀγρὸν Σαουλ πατρὸς τοῦ πατρός σου καὶ σὺ φάγῃ ἄρτον ἐπὶ τῆς τραπέζης μου διὰ παντός (II Samuel 9, 7)
καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα κατὰ πάντα ὅσα ἐντέταλται ὁ κύριός μου ὁ βασιλεὺς τῷ δούλῳ αὐτοῦ οὕτως ποιήσει ὁ δοῦλός σου καὶ Μεμφιβοσθε ἤσθιεν ἐπὶ τῆς τραπέζης Δαυιδ καθὼς εἷς τῶν υἱῶν τοῦ βασιλέως (II Samuel 9, 11)
καὶ εἶπεν Δαυιδ ποιήσω ἔλεος μετὰ Αννων υἱοῦ Ναας ὃν τρόπον ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετ’ ἐμοῦ ἔλεος καὶ ἀπέστειλεν Δαυιδ παρακαλέσαι αὐτὸν ἐν χειρὶ τῶν δούλων αὐτοῦ περὶ τοῦ πατρὸς αὐτοῦ καὶ παρεγένοντο οἱ παῖδες Δαυιδ εἰς τὴν γῆν υἱῶν Αμμων (II Samuel 10, 2)
καὶ εἶπον οἱ ἄρχοντες υἱῶν Αμμων πρὸς Αννων τὸν κύριον αὐτῶν μὴ παρὰ τὸ δοξάζειν Δαυιδ τὸν πατέρα σου ἐνώπιόν σου ὅτι ἀπέστειλέν σοι παρακαλοῦντας ἀλλ’ οὐχὶ ὅπως ἐρευνήσωσιν τὴν πόλιν καὶ κατασκοπήσωσιν αὐτὴν καὶ τοῦ κατασκέψασθαι αὐτὴν ἀπέστειλεν Δαυιδ τοὺς παῖδας αὐτοῦ πρὸς σέ (II Samuel 10, 3)
καὶ ἔλαβεν Αννων τοὺς παῖδας Δαυιδ καὶ ἐξύρησεν τοὺς πώγωνας αὐτῶν καὶ ἀπέκοψεν τοὺς μανδύας αὐτῶν ἐν τῷ ἡμίσει ἕως τῶν ἰσχίων αὐτῶν καὶ ἐξαπέστειλεν αὐτούς (II Samuel 10, 4)