Talált 2356 Eredmények: Αὐτὸν
καὶ ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα μετ᾽ αὐτοῦ ᾖ. (São Marcos 5, 18)
καὶ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῶ, ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ ἀπάγγειλον αὐτοῖς ὅσα ὁ κύριός σοι πεποίηκεν καὶ ἠλέησέν σε. (São Marcos 5, 19)
καὶ διαπεράσαντος τοῦ ἰησοῦ [ἐν τῶ πλοίῳ] πάλιν εἰς τὸ πέραν συνήχθη ὄχλος πολὺς ἐπ᾽ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν. (São Marcos 5, 21)
καὶ ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι ἰάϊρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ (São Marcos 5, 22)
καὶ παρακαλεῖ αὐτὸν πολλὰ λέγων ὅτι τὸ θυγάτριόν μου ἐσχάτως ἔχει, ἵνα ἐλθὼν ἐπιθῇς τὰς χεῖρας αὐτῇ ἵνα σωθῇ καὶ ζήσῃ. (São Marcos 5, 23)
καὶ ἀπῆλθεν μετ᾽ αὐτοῦ. καὶ ἠκολούθει αὐτῶ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. (São Marcos 5, 24)
αὐτὸς γὰρ ὁ ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ ἡρῳδιάδα τὴν γυναῖκα φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν· (São Marcos 6, 17)
ἡ δὲ ἡρῳδιὰς ἐνεῖχεν αὐτῶ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο· (São Marcos 6, 19)
ὁ γὰρ ἡρῴδης ἐφοβεῖτο τὸν ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ πολλὰ ἠπόρει, καὶ ἡδέως αὐτοῦ ἤκουεν. (São Marcos 6, 20)
καὶ εὐθὺς ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτορα ἐπέταξεν ἐνέγκαι τὴν κεφαλὴν αὐτοῦ. καὶ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ (São Marcos 6, 27)
οἱ δὲ ἰδόντες αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἔδοξαν ὅτι φάντασμά ἐστιν, καὶ ἀνέκραξαν· (São Marcos 6, 49)
πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν. ὁ δὲ εὐθὺς ἐλάλησεν μετ᾽ αὐτῶν, καὶ λέγει αὐτοῖς, θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε. (São Marcos 6, 50)