Talált 6961 Eredmények: Αυτού Μεγαλειότητα
καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν αὐτοῦ ἀποστήσατέ με ἀπὸ τῆς μάχης ἠσθένησα γὰρ λίαν καὶ εὐθέως ἀπέστησαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἀπὸ τῆς παρατάξεως (Esdras 1, 28)
καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα τὸ δευτέριον αὐτοῦ καὶ ἀποκατασταθεὶς εἰς Ιερουσαλημ μετήλλαξεν τὸν βίον αὐτοῦ καὶ ἐτάφη ἐν τῷ πατρικῷ τάφῳ (Esdras 1, 29)
ταῦτα δὲ ἀναγέγραπται ἐν τῇ βύβλῳ τῶν ἱστορουμένων περὶ τῶν βασιλέων τῆς Ιουδαίας καὶ τὸ καθ’ ἓν πραχθὲν τῆς πράξεως Ιωσιου καὶ τῆς δόξης αὐτοῦ καὶ τῆς συνέσεως αὐτοῦ ἐν τῷ νόμῳ κυρίου τά τε προπραχθέντα ὑπ’ αὐτοῦ καὶ τὰ νῦν ἱστόρηται ἐν τῷ βυβλίῳ τῶν βασιλέων Ισραηλ καὶ Ιουδα (Esdras 1, 31)
καὶ ἀναλαβόντες οἱ ἐκ τοῦ ἔθνους τὸν Ιεχονιαν υἱὸν Ιωσιου ἀνέδειξαν βασιλέα ἀντὶ Ιωσιου τοῦ πατρὸς αὐτοῦ ὄντα ἐτῶν εἴκοσι τριῶν (Esdras 1, 32)
καὶ ἀνέδειξεν ὁ βασιλεὺς Αἰγύπτου βασιλέα Ιωακιμ τὸν ἀδελφὸν αὐτοῦ βασιλέα τῆς Ιουδαίας καὶ Ιερουσαλημ (Esdras 1, 35)
καὶ ἔδησεν Ιωακιμ τοὺς μεγιστᾶνας Ζαριον δὲ τὸν ἀδελφὸν αὐτοῦ συλλαβὼν ἀνήγαγεν ἐξ Αἰγύπτου (Esdras 1, 36)
καὶ ἀπὸ τῶν ἱερῶν σκευῶν τοῦ κυρίου λαβὼν Ναβουχοδονοσορ καὶ ἀπενέγκας ἀπηρείσατο ἐν τῷ ναῷ αὐτοῦ ἐν Βαβυλῶνι (Esdras 1, 39)
τὰ δὲ ἱστορηθέντα περὶ αὐτοῦ καὶ τῆς αὐτοῦ ἀκαθαρσίας καὶ δυσσεβείας ἀναγέγραπται ἐν τῇ βίβλῳ τῶν χρόνων τῶν βασιλέων (Esdras 1, 40)
καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Ιωακιμ ὁ υἱὸς αὐτοῦ ὅτε γὰρ ἀνεδείχθη ἦν ἐτῶν δέκα ὀκτώ (Esdras 1, 41)
καὶ ὁρκισθεὶς ἀπὸ τοῦ βασιλέως Ναβουχοδονοσορ τῷ ὀνόματι τοῦ κυρίου ἐπιορκήσας ἀπέστη καὶ σκληρύνας αὐτοῦ τὸν τράχηλον καὶ τὴν καρδίαν αὐτοῦ παρέβη τὰ νόμιμα κυρίου θεοῦ Ισραηλ (Esdras 1, 46)
καὶ ἀπέστειλεν ὁ θεὸς τῶν πατέρων αὐτῶν διὰ τοῦ ἀγγέλου αὐτοῦ μετακαλέσαι αὐτούς καθὸ ἐφείδετο αὐτῶν καὶ τοῦ σκηνώματος αὐτοῦ (Esdras 1, 48)
αὐτοὶ δὲ ἐξεμυκτήρισαν ἐν τοῖς ἀγγέλοις αὐτοῦ καὶ ᾗ ἡμέρᾳ ἐλάλησεν κύριος ἦσαν ἐκπαίζοντες τοὺς προφήτας αὐτοῦ ἕως τοῦ θυμωθέντα αὐτὸν ἐπὶ τῷ ἔθνει αὐτοῦ διὰ τὰ δυσσεβήματα προστάξαι ἀναβιβάσαι ἐπ’ αὐτοὺς τοὺς βασιλεῖς τῶν Χαλδαίων (Esdras 1, 49)