Mosaico decorativo

1. αὗται αἱ παιδεῖαι σαλωμῶντος αἱ ἀδιάκριτοι ἃς ἐξεγράψαντο οἱ φίλοι Εζεκιου τοῦ βασιλέως τῆς Ιουδαίας

1. También estos son proverbios de Salomón, transcritos por los hombres de Ezequías, rey de Judá.

2. δόξα θεοῦ κρύπτει λόγον δόξα δὲ βασιλέως τιμᾷ πράγματα

2. Es gloria de Dios ocultar una cosa, y gloria de los reyes escrutarla.

3. οὐρανὸς ὑψηλός γῆ δὲ βαθεῖα καρδία δὲ βασιλέως ἀνεξέλεγκτος

3. Los cielos por su altura, la tierra por su profundidad, y el corazón de los reyes: son inescrutables.

4. τύπτε ἀδόκιμον ἀργύριον καὶ καθαρισθήσεται καθαρὸν ἅπαν

4. Quita las escorias de la plata, y quedará enteramente pura;

5. κτεῖνε ἀσεβεῖς ἐκ προσώπου βασιλέως καὶ κατορθώσει ἐν δικαιοσύνῃ ὁ θρόνος αὐτοῦ

5. quita al malo de delante del rey, y su trono se afianzará en la justicia.

6. μὴ ἀλαζονεύου ἐνώπιον βασιλέως μηδὲ ἐν τόποις δυναστῶν ὑφίστασο

6. No te des importancia ante el rey, no te coloques en el sitio de los grandes;

7. κρεῖσσον γάρ σοι τὸ ῥηθῆναι ἀνάβαινε πρός με ἢ ταπεινῶσαί σε ἐν προσώπῳ δυνάστου ἃ εἶδον οἱ ὀφθαλμοί σου λέγε

7. porque es mejor que te digan: «Sube acá», que ser humillado delante del príncipe. Lo que han visto tus ojos,

8. μὴ πρόσπιπτε εἰς μάχην ταχέως ἵνα μὴ μεταμεληθῇς ἐπ’ ἐσχάτων ἡνίκα ἄν σε ὀνειδίσῃ ὁ σὸς φίλος

8. no te apresures a llevarlo a juicio; pues ¿qué harás a la postre cuando tu prójimo te confunda?

9. ἀναχώρει εἰς τὰ ὀπίσω μὴ καταφρόνει

9. Defiende tu causa contra tu prójimo, pero no descubras los secretos de otro,

10. μή σε ὀνειδίσῃ μὲν ὁ φίλος ἡ δὲ μάχη σου καὶ ἡ ἔχθρα οὐκ ἀπέσται ἀλλ’ ἔσται σοι ἴση θανάτῳ (10a) χάρις καὶ φιλία ἐλευθεροῖ ἃς τήρησον σεαυτῷ ἵνα μὴ ἐπονείδιστος γένῃ ἀλλὰ φύλαξον τὰς ὁδούς σου εὐσυναλλάκτως

10. no sea que el que lo oye te avergüence, y que tu difamación no tenga vuelta.

11. μῆλον χρυσοῦν ἐν ὁρμίσκῳ σαρδίου οὕτως εἰπεῖν λόγον

11. Manzanas de oro con adornos de plata, es la palabra dicha a tiempo.

12. εἰς ἐνώτιον χρυσοῦν σάρδιον πολυτελὲς δέδεται λόγος σοφὸς εἰς εὐήκοον οὖς

12. Anillo de oro, o collar de oro fino, la reprensión sabia en oído atento.

13. ὥσπερ ἔξοδος χιόνος ἐν ἀμήτῳ κατὰ καῦμα ὠφελεῖ οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν ψυχὰς γὰρ τῶν αὐτῷ χρωμένων ὠφελεῖ

13. Como frescor de nieve el día de la siega el mensajero leal, para el que lo envía: conforta el ánimo de su señor.

14. ὥσπερ ἄνεμοι καὶ νέφη καὶ ὑετοὶ ἐπιφανέστατοι οὕτως οἱ καυχώμενοι ἐπὶ δόσει ψευδεῖ

14. Nubes y viento, pero no lluvia, el hombre que se jacta de que va a hacer un regalo, pero miente.

15. ἐν μακροθυμίᾳ εὐοδία βασιλεῦσιν γλῶσσα δὲ μαλακὴ συντρίβει ὀστᾶ

15. Con paciencia se persuade al juez, una lengua dulce quebranta los huesos.

16. μέλι εὑρὼν φάγε τὸ ἱκανόν μήποτε πλησθεὶς ἐξεμέσῃς

16. ¿Has hallado miel?, come lo que necesites; no llegues a hartarte y la vomites.

17. σπάνιον εἴσαγε σὸν πόδα πρὸς τὸν σεαυτοῦ φίλον μήποτε πλησθείς σου μισήσῃ σε

17. Pon tu pie pocas veces en casa del vecino, no sea que se hastíe y te aborrezca.

18. ῥόπαλον καὶ μάχαιρα καὶ τόξευμα ἀκιδωτόν οὕτως καὶ ἀνὴρ ὁ καταμαρτυρῶν τοῦ φίλου αὐτοῦ μαρτυρίαν ψευδῆ

18. Martillo, espada, flecha aguda: es el hombre que da testimonio falso contra su prójimo.

19. ὀδοὺς κακοῦ καὶ ποὺς παρανόμου ὀλεῖται ἐν ἡμέρᾳ κακῇ

19. Diente roto, pie titubeante: la confianza en el pérfido, el día de la angustia,

20. ὥσπερ ὄξος ἕλκει ἀσύμφορον οὕτως προσπεσὸν πάθος ἐν σώματι καρδίαν λυπεῖ (20a) ὥσπερ σὴς ἱματίῳ καὶ σκώληξ ξύλῳ οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν

20. como quitar el vestido en día helado. Poner vinagre sobre salitre, es cantar canciones a un corazón triste.

21. ἐὰν πεινᾷ ὁ ἐχθρός σου τρέφε αὐτόν ἐὰν διψᾷ πότιζε αὐτόν

21. Si tu enemigo tiene hambre, dale de comer, si tiene sed, dale de beber;

22. τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ὁ δὲ κύριος ἀνταποδώσει σοι ἀγαθά

22. así amontonas sobre su cabeza brasas y Yahveh te dará la recompensa.

23. ἄνεμος βορέας ἐξεγείρει νέφη πρόσωπον δὲ ἀναιδὲς γλῶσσαν ἐρεθίζει

23. El viento norte trae la lluvia, la lengua que disimula, rostros airados.

24. κρεῖττον οἰκεῖν ἐπὶ γωνίας δώματος ἢ μετὰ γυναικὸς λοιδόρου ἐν οἰκίᾳ κοινῇ

24. Mejor es vivir en la esquina del terrado, que casa en común con mujer litigiosa.

25. ὥσπερ ὕδωρ ψυχρὸν ψυχῇ διψώσῃ προσηνές οὕτως ἀγγελία ἀγαθὴ ἐκ γῆς μακρόθεν

25. Agua fresca en fauces sedientas: la noticia buena de un país lejano.

26. ὥσπερ εἴ τις πηγὴν φράσσοι καὶ ὕδατος ἔξοδον λυμαίνοιτο οὕτως ἄκοσμον δίκαιον πεπτωκέναι ἐνώπιον ἀσεβοῦς

26. Fuente hollada, manantial ensuciado, el justo que titubea ante el malo.

27. ἐσθίειν μέλι πολὺ οὐ καλόν τιμᾶν δὲ χρὴ λόγους ἐνδόξους

27. No es bueno comer mucha miel, ni buscar gloria y más gloria.

28. ὥσπερ πόλις τὰ τείχη καταβεβλημένη καὶ ἀτείχιστος οὕτως ἀνὴρ ὃς οὐ μετὰ βουλῆς τι πράσσει

28. Ciudad abierta y sin muralla es el hombre que no domina su ánimo.



Pročitajte Bibliju u godinu dana

Pridružite se našoj zajednici i pročitajte cijelu Bibliju u 365 dana. Strukturirani i inspirativni put za produbljivanje vaše vjere i znanja o Svetom pismu.