Mosaico decorativo

1. ἔτι δὲ προσθεὶς Ιωβ εἶπεν τῷ προοιμίῳ

1. Job continuó pronunciando su discurso y dijo:

2. ζῇ κύριος ὃς οὕτω με κέκρικεν καὶ ὁ παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν

2. ¡Vive Dios, que justicia me rehúsa, por Sadday, que me ha amargado el alma,

3. ἦ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισίν

3. mientras siga en mí todo mi espíritu y el aliento de Dios en mis narices,

4. μὴ λαλήσειν τὰ χείλη μου ἄνομα οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα

4. no dirán mis labios falsedad, ni mi lengua proferirá mentira!

5. μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι ἕως ἂν ἀποθάνω οὐ γὰρ ἀπαλλάξω μου τὴν ἀκακίαν

5. Lejos de mí daros la razón: hasta mi último suspiro mantendré mi inocencia.

6. δικαιοσύνῃ δὲ προσέχων οὐ μὴ προῶμαι οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πράξας

6. Me he aferrado a mi justicia, y no la soltaré, mi corazón no se avergüenza de mis días.

7. οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου ὥσπερ ἡ καταστροφὴ τῶν ἀσεβῶν καὶ οἱ ἐπ’ ἐμὲ ἐπανιστανόμενοι ὥσπερ ἡ ἀπώλεια τῶν παρανόμων

7. ¡Tenga la suerte del malvado mi enemigo, la del injusto mi adversario!

8. καὶ τίς γάρ ἐστιν ἐλπὶς ἀσεβεῖ ὅτι ἐπέχει πεποιθὼς ἐπὶ κύριον ἆρα σωθήσεται

8. Pues ¿cuál es la esperanza del impío cuando suplica, cuando hacia Dios eleva su alma?

9. ἦ τὴν δέησιν αὐτοῦ εἰσακούσεται κύριος ἢ ἐπελθούσης αὐτῷ ἀνάγκης

9. ¿Acaso Dios escucha su gemido, cuando viene sobre él una calamidad?

10. μὴ ἔχει τινὰ παρρησίαν ἔναντι αὐτοῦ ἢ ὡς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ

10. ¿Tenía él sus delicias en Sadday? ¿invocaba a Dios en todo instante?

11. ἀλλὰ δὴ ἀναγγελῶ ὑμῖν τί ἐστιν ἐν χειρὶ κυρίου ἅ ἐστιν παρὰ παντοκράτορι οὐ ψεύσομαι

11. Yo os muestro el proceder de Dios, sin ocultar los secretos de Sadday.

12. ἰδοὺ δὴ πάντες οἴδατε ὅτι κενὰ κενοῖς ἐπιβάλλετε

12. Y si todos vosotros ya lo habéis comprobado, ¿para qué esos vanos discursos al vacío?

13. αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ κυρίου κτῆμα δὲ δυναστῶν ἐλεύσεται παρὰ παντοκράτορος ἐπ’ αὐτούς

13. Esta es la suerte que al malvado Dios reserva, la herencia que reciben de Sadday los violentos.

14. ἐὰν δὲ πολλοὶ γένωνται οἱ υἱοὶ αὐτοῦ εἰς σφαγὴν ἔσονται ἐὰν δὲ καὶ ἀνδρωθῶσιν προσαιτήσουσιν

14. Aunque sean muchos sus hijos, son para la espada, y sus vástagos no tendrán pan con que saciarse.

15. οἱ δὲ περιόντες αὐτοῦ ἐν θανάτῳ τελευτήσουσιν χήρας δὲ αὐτῶν οὐθεὶς ἐλεήσει

15. Los que queden serán sepultados por la Peste, y sus viudas no los llorarán.

16. ἐὰν συναγάγῃ ὥσπερ γῆν ἀργύριον ἴσα δὲ πηλῷ ἑτοιμάσῃ χρυσίον

16. Si acumula la plata como polvo, si amontona vestidos como fango,

17. ταῦτα πάντα δίκαιοι περιποιήσονται τὰ δὲ χρήματα αὐτοῦ ἀληθινοὶ καθέξουσιν

17. ¡que amontone!: un justo se vestirá con ellos, un inocente heredará la plata.

18. ἀπέβη δὲ ὁ οἶκος αὐτοῦ ὥσπερ σῆτες καὶ ὥσπερ ἀράχνη

18. Se edificó una casa de araña, como garita que un guarda construye.

19. πλούσιος κοιμηθεὶς καὶ οὐ προσθήσει ὀφθαλμοὺς αὐτοῦ διήνοιξεν καὶ οὐκ ἔστιν

19. Rico se acuesta, mas por última vez; cuando abre los ojos, ya no es nada.

20. συνήντησαν αὐτῷ ὥσπερ ὕδωρ αἱ ὀδύναι νυκτὶ δὲ ὑφείλατο αὐτὸν γνόφος

20. En pleno día le asaltan los terrores, de noche un torbellino le arrebata.

21. ἀναλήμψεται αὐτὸν καύσων καὶ ἀπελεύσεται καὶ λικμήσει αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ

21. El solano se lo lleva, y desaparece, le arranca del lugar de su mansión.

22. καὶ ἐπιρρίψει ἐπ’ αὐτὸν καὶ οὐ φείσεται ἐκ χειρὸς αὐτοῦ φυγῇ φεύξεται

22. Sin compasión por blanco se le toma, trata de huir de la mano que le hiere.

23. κροτήσει ἐπ’ αὐτοῦ χεῖρας αὐτοῦ καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ

23. Bátense palmas a su ruina, doquiera se encuentre se le silba.



Lisez la Bible en un an

Rejoignez notre communauté et lisez la Bible en entier en 365 jours. Un parcours structuré et inspirant pour approfondir votre foi et votre connaissance des Écritures.