Proverbios, 29
1. El hombre que, reprendido, endurece la cerviz, será pronto deshecho y sin remedio.
1. κρείσσων ἀνὴρ ἐλέγχων ἀνδρὸς σκληροτραχήλου ἐξαπίνης γὰρ φλεγομένου αὐτοῦ οὐκ ἔστιν ἴασις
2. Cuando los justos se multiplican, el pueblo se alegra, cuando dominan los malos, el pueblo gime.
2. ἐγκωμιαζομένων δικαίων εὐφρανθήσονται λαοί ἀρχόντων δὲ ἀσεβῶν στένουσιν ἄνδρες
3. El que ama la sabiduría, da alegría a su padre, el que anda con prostitutas, disipa su fortuna.
3. ἀνδρὸς φιλοῦντος σοφίαν εὐφραίνεται πατὴρ αὐτοῦ ὃς δὲ ποιμαίνει πόρνας ἀπολεῖ πλοῦτον
4. El rey, con la equidad, mantiene el país, el hombre exactor lo arruina.
4. βασιλεὺς δίκαιος ἀνίστησιν χώραν ἀνὴρ δὲ παράνομος κατασκάπτει
5. El hombre que adula a su prójimo pone una red bajo sus pasos.
5. ὃς παρασκευάζεται ἐπὶ πρόσωπον τοῦ ἑαυτοῦ φίλου δίκτυον περιβάλλει αὐτὸ τοῖς ἑαυτοῦ ποσίν
6. En el pecado del malo hay una trampa, pero el justo se regocija y alegra.
6. ἁμαρτάνοντι ἀνδρὶ μεγάλη παγίς δίκαιος δὲ ἐν χαρᾷ καὶ ἐν εὐφροσύνῃ ἔσται
7. El justo conoce la causa de los débiles, el malo no tiene inteligencia para conocerla.
7. ἐπίσταται δίκαιος κρίνειν πενιχροῖς ὁ δὲ ἀσεβὴς οὐ συνήσει γνῶσιν καὶ πτωχῷ οὐχ ὑπάρχει νοῦς ἐπιγνώμων
8. Los arrogantes turban la ciudad, los sabios alejan la cólera.
8. ἄνδρες λοιμοὶ ἐξέκαυσαν πόλιν σοφοὶ δὲ ἀπέστρεψαν ὀργήν
9. Cuando el sabio tiene un pleito con el necio, ya se exaspere o se ría, no logrará sosiego.
9. ἀνὴρ σοφὸς κρίνει ἔθνη ἀνὴρ δὲ φαῦλος ὀργιζόμενος καταγελᾶται καὶ οὐ καταπτήσσει
10. Los hombres sanguinarios odian al intachable, los rectos van en busca de su persona.
10. ἄνδρες αἱμάτων μέτοχοι μισήσουσιν ὅσιον οἱ δὲ εὐθεῖς ἐκζητήσουσιν ψυχὴν αὐτοῦ
11. El necio da salida a toda su pasión; el sabio la reprime y apacigua.
11. ὅλον τὸν θυμὸν αὐτοῦ ἐκφέρει ἄφρων σοφὸς δὲ ταμιεύεται κατὰ μέρος
12. Si un jefe hace caso de las palabras mentirosas, todos sus servidores serán malos.
12. βασιλέως ὑπακούοντος λόγον ἄδικον πάντες οἱ ὑπ’ αὐτὸν παράνομοι
13. El pobre y el opresor se encuentran, Yahveh da la luz a los ojos de ambos.
13. δανιστοῦ καὶ χρεοφειλέτου ἀλλήλοις συνελθόντων ἐπισκοπὴν ποιεῖται ἀμφοτέρων ὁ κύριος
14. El rey que juzga con verdad a los débiles, asegura su trono para siempre.
14. βασιλέως ἐν ἀληθείᾳ κρίνοντος πτωχοὺς ὁ θρόνος αὐτοῦ εἰς μαρτύριον κατασταθήσεται
15. Vara y reprensión dan sabiduría, muchacho dejado a sí mismo, avergüenza a su madre.
15. πληγαὶ καὶ ἔλεγχοι διδόασιν σοφίαν παῖς δὲ πλανώμενος αἰσχύνει γονεῖς αὐτοῦ
16. Cuando se multiplican los malos, se multiplican los delitos, pero los justos contemplarán su caída.
16. πολλῶν ὄντων ἀσεβῶν πολλαὶ γίνονται ἁμαρτίαι οἱ δὲ δίκαιοι ἐκείνων πιπτόντων κατάφοβοι γίνονται
17. Corrige a tu hijo y te dejará tranquilo; y hará las delicias de tu alma.
17. παίδευε υἱόν σου καὶ ἀναπαύσει σε καὶ δώσει κόσμον τῇ ψυχῇ σου
18. Cuando no hay visiones, el pueblo se relaja, pero el que guarda la ley es dichoso.
18. οὐ μὴ ὑπάρξῃ ἐξηγητὴς ἔθνει παρανόμῳ ὁ δὲ φυλάσσων τὸν νόμον μακαριστός
19. No se corrige a un siervo con palabras, porque aunque las entienda, no las cumple.
19. λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός ἐὰν γὰρ καὶ νοήσῃ ἀλλ’ οὐχ ὑπακούσεται
20. ¿Has visto un hombre dispuesto siempre a hablar? más se puede esperar de un necio que de él.
20. ἐὰν ἴδῃς ἄνδρα ταχὺν ἐν λόγοις γίνωσκε ὅτι ἐλπίδα ἔχει μᾶλλον ἄφρων αὐτοῦ
21. Si se mima a un esclavo desde niño, al final será un ingrato.
21. ὃς κατασπαταλᾷ ἐκ παιδός οἰκέτης ἔσται ἔσχατον δὲ ὀδυνηθήσεται ἐφ’ ἑαυτῷ
22. El hombre violento provoca querellas, el hombre airado multiplica los delitos.
22. ἀνὴρ θυμώδης ὀρύσσει νεῖκος ἀνὴρ δὲ ὀργίλος ἐξώρυξεν ἁμαρτίας
23. El orgullo del pobre lo humillará; el humilde de espíritu obtendrá honores.
23. ὕβρις ἄνδρα ταπεινοῖ τοὺς δὲ ταπεινόφρονας ἐρείδει δόξῃ κύριος
24. El que reparte con ladrón se odia a sí mismo, oye la imprecación, pero no revela nada.
24. ὃς μερίζεται κλέπτῃ μισεῖ τὴν ἑαυτοῦ ψυχήν ἐὰν δὲ ὅρκου προτεθέντος ἀκούσαντες μὴ ἀναγγείλωσιν
25. Temblar ante los hombres es un lazo; el que confía en Yahveh está seguro.
25. φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους ὑπεσκελίσθησαν ὁ δὲ πεποιθὼς ἐπὶ κύριον εὐφρανθήσεται ἀσέβεια ἀνδρὶ δίδωσιν σφάλμα ὃς δὲ πέποιθεν ἐπὶ τῷ δεσπότῃ σωθήσεται
26. Son muchos los que buscan el favor del jefe, pero es Yahveh el que juzga a cada uno.
26. πολλοὶ θεραπεύουσιν πρόσωπα ἡγουμένων παρὰ δὲ κυρίου γίνεται τὸ δίκαιον ἀνδρί
27. Abominación para los justos es el hombre inicuo abominación para el malo el de recto camino.
27. βδέλυγμα δικαίοις ἀνὴρ ἄδικος βδέλυγμα δὲ ἀνόμῳ κατευθύνουσα ὁδός LXX Relocates Proverbs 31:10–31 After Proverbs 29:27
