Mosaico decorativo

1. Presta, hijo mío, atención a mi sabiduría, aplica tu oído a mi prudencia,

1. υἱέ ἐμῇ σοφίᾳ πρόσεχε ἐμοῖς δὲ λόγοις παράβαλλε σὸν οὖς

2. para que guardes tú la reflexión y tus labios conserven la ciencia. No hagas caso de la mujer perversa,

2. ἵνα φυλάξῃς ἔννοιαν ἀγαθήν αἴσθησιν δὲ ἐμῶν χειλέων ἐντέλλομαί σοι

3. pues miel destilan los labios de la extraña, su paladar es más suave que el aceite;

3. μὴ πρόσεχε φαύλῃ γυναικί μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα

4. pero al fin es amarga como el ajenjo, mordaz como espada de dos filos.

4. ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου

5. Sus pies descienden a la muerte, sus pasos se dirigen al seol.

5. τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσιν τοὺς χρωμένους αὐτῇ μετὰ θανάτου εἰς τὸν ᾅδην τὰ δὲ ἴχνη αὐτῆς οὐκ ἐρείδεται

6. Por no seguir la senda de la vida, se desvía por sus vericuetos sin saberlo.

6. ὁδοὺς γὰρ ζωῆς οὐκ ἐπέρχεται σφαλεραὶ δὲ αἱ τροχιαὶ αὐτῆς καὶ οὐκ εὔγνωστοι

7. Así pues, hijo mío, escúchame, no te apartes de los dichos de mi boca:

7. νῦν οὖν υἱέ ἄκουέ μου καὶ μὴ ἀκύρους ποιήσῃς ἐμοὺς λόγους

8. aleja de ella tu camino, no te acerques a la puerta de su casa;

8. μακρὰν ποίησον ἀπ’ αὐτῆς σὴν ὁδόν μὴ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς

9. no sea que ella dé tu honor a otro y tus años a un hombre cruel;

9. ἵνα μὴ πρόῃ ἄλλοις ζωήν σου καὶ σὸν βίον ἀνελεήμοσιν

10. no se harten de tus bienes los extraños, ni paren tus fatigas en casa del extranjero;

10. ἵνα μὴ πλησθῶσιν ἀλλότριοι σῆς ἰσχύος οἱ δὲ σοὶ πόνοι εἰς οἴκους ἀλλοτρίων εἰσέλθωσιν

11. no sea que gimas a la postre cuando tu cuerpo y tu carne se consuman,

11. καὶ μεταμεληθήσῃ ἐπ’ ἐσχάτων ἡνίκα ἂν κατατριβῶσιν σάρκες σώματός σου

12. y digas: «Ay de mí, que he odiado la instrucción, mi corazón ha despreciado los reproches,

12. καὶ ἐρεῖς πῶς ἐμίσησα παιδείαν καὶ ἐλέγχους ἐξέκλινεν ἡ καρδία μου

13. no he escuchado la voz de mis maestros ni he prestado oídos a los que me instruían.

13. οὐκ ἤκουον φωνὴν παιδεύοντός με καὶ διδάσκοντός με οὐδὲ παρέβαλλον τὸ οὖς μου

14. A punto he estado de cualquier desgracia, en medio de la asamblea y la comunidad.»

14. παρ’ ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ ἐν μέσῳ ἐκκλησίας καὶ συναγωγῆς

15. Bebe el agua de tu cisterna, la que brota de tu pozo.

15. πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων καὶ ἀπὸ σῶν φρεάτων πηγῆς

16. ¿Se van a desbordar por fuera tus arroyos, las corrientes de agua por las plazas?

16. μὴ ὑπερεκχείσθω σοι τὰ ὕδατα ἐκ τῆς σῆς πηγῆς εἰς δὲ σὰς πλατείας διαπορευέσθω τὰ σὰ ὕδατα

17. Que sean para ti solo, no para que las beban contigo los extraños.

17. ἔστω σοι μόνῳ ὑπάρχοντα καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι

18. - Sea tu fuente bendita. Gózate en la mujer de tu mocedad,

18. ἡ πηγή σου τοῦ ὕδατος ἔστω σοι ἰδία καὶ συνευφραίνου μετὰ γυναικὸς τῆς ἐκ νεότητός σου

19. cierva amable, graciosa gacela: embriáguente en todo tiempo sus amores, su amor te apasione para siempre.

19. ἔλαφος φιλίας καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι ἡ δὲ ἰδία ἡγείσθω σου καὶ συνέστω σοι ἐν παντὶ καιρῷ ἐν γὰρ τῇ ταύτης φιλίᾳ συμπεριφερόμενος πολλοστὸς ἔσῃ

20. ¿Por qué apasionarte, hijo mío, de una ajena, abrazar el seno de una extraña?

20. μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν μηδὲ συνέχου ἀγκάλαις τῆς μὴ ἰδίας

21. Pues los caminos del hombre están en la presencia de Yahveh, él vigila todos sus senderos.

21. ἐνώπιον γάρ εἰσιν τῶν τοῦ θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ σκοπεύει

22. El malvado será presa de sus propias maldades, con los lazos de su pecado se le capturará.

22. παρανομίαι ἄνδρα ἀγρεύουσιν σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται

23. Morirá por su falta de instrucción, por su gran necedad se perderá.

23. οὗτος τελευτᾷ μετὰ ἀπαιδεύτων ἐκ δὲ πλήθους τῆς ἑαυτοῦ βιότητος ἐξερρίφη καὶ ἀπώλετο δι’ ἀφροσύνην



Lisez la Bible en un an

Rejoignez notre communauté et lisez la Bible en entier en 365 jours. Un parcours structuré et inspirant pour approfondir votre foi et votre connaissance des Écritures.