Proverbios, 26
1. Como nieve en verano y lluvia en la siega, así de mal le sienta la gloria al insensato.
1. ὥσπερ δρόσος ἐν ἀμήτῳ καὶ ὥσπερ ὑετὸς ἐν θέρει οὕτως οὐκ ἔστιν ἄφρονι τιμή
2. Como se escapa el pájaro y vuela la golondrina, así no se realiza la maldición sin motivo.
2. ὥσπερ ὄρνεα πέταται καὶ στρουθοί οὕτως ἀρὰ ματαία οὐκ ἐπελεύσεται οὐδενί
3. Látigo para el caballo, brida para el asno y vara para la espalda de los necios.
3. ὥσπερ μάστιξ ἵππῳ καὶ κέντρον ὄνῳ οὕτως ῥάβδος ἔθνει παρανόμῳ
4. No respondas al necio según su necedad, no sea que tú también te vuelvas como él.
4. μὴ ἀποκρίνου ἄφρονι πρὸς τὴν ἐκείνου ἀφροσύνην ἵνα μὴ ὅμοιος γένῃ αὐτῷ
5. Responde al necio según su necedad, no vaya a creerse que es un sabio.
5. ἀλλὰ ἀποκρίνου ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτοῦ ἵνα μὴ φαίνηται σοφὸς παρ’ ἑαυτῷ
6. Se corta los pies, se empapa de amargura, el que envía un recado en mano de necio.
6. ἐκ τῶν ἑαυτοῦ ποδῶν ὄνειδος πίεται ὁ ἀποστείλας δι’ ἀγγέλου ἄφρονος λόγον
7. Como las piernas vacilantes del cojo, es el proverbio en boca de los necios.
7. ἀφελοῦ πορείαν σκελῶν καὶ παροιμίαν ἐκ στόματος ἀφρόνων
8. Como sujetar una piedra en la honda, es conceder honores a un necio.
8. ὃς ἀποδεσμεύει λίθον ἐν σφενδόνῃ ὅμοιός ἐστιν τῷ διδόντι ἄφρονι δόξαν
9. Como espino que va a parar a mano de borracho, es el proverbio en boca de los necios.
9. ἄκανθαι φύονται ἐν χειρὶ τοῦ μεθύσου δουλεία δὲ ἐν χειρὶ τῶν ἀφρόνων
10. Como arquero que a todos hiere, es el que toma a sueldo al necio y al borracho que pasan.
10. πολλὰ χειμάζεται πᾶσα σὰρξ ἀφρόνων συντρίβεται γὰρ ἡ ἔκστασις αὐτῶν
11. Como el perro vuelve a su vómito, vuelve el necio a su insensatez.
11. ὥσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἑαυτοῦ ἔμετον καὶ μισητὸς γένηται οὕτως ἄφρων τῇ ἑαυτοῦ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτίαν (11a) ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις
12. ¿Has visto a un hombre que se cree sabio? Más se puede esperar de un necio que de él.
12. εἶδον ἄνδρα δόξαντα παρ’ ἑαυτῷ σοφὸν εἶναι ἐλπίδα μέντοι ἔσχεν μᾶλλον ἄφρων αὐτοῦ
13. Dice el perezoso: «¡Un león en el camino! ¡Un león en la plaza!»
13. λέγει ὀκνηρὸς ἀποστελλόμενος εἰς ὁδόν λέων ἐν ταῖς ὁδοῖς
14. La puerta gira en los goznes, y el perezoso en la cama.
14. ὥσπερ θύρα στρέφεται ἐπὶ τοῦ στρόφιγγος οὕτως ὀκνηρὸς ἐπὶ τῆς κλίνης αὐτοῦ
15. El perezoso hunde la mano en el plato; pero le fatiga llevarla a la boca.
15. κρύψας ὀκνηρὸς τὴν χεῖρα ἐν τῷ κόλπῳ αὐτοῦ οὐ δυνήσεται ἐπενεγκεῖν ἐπὶ τὸ στόμα
16. El perezoso se tiene por más sabio que siete personas que responden con tacto.
16. σοφώτερος ἑαυτῷ ὀκνηρὸς φαίνεται τοῦ ἐν πλησμονῇ ἀποκομίζοντος ἀγγελίαν
17. Agarra por las orejas a un perro que pasa el que se mete en litigio que no le incumbe.
17. ὥσπερ ὁ κρατῶν κέρκου κυνός οὕτως ὁ προεστὼς ἀλλοτρίας κρίσεως
18. Como un loco que arroja saetas escondidas, flechas y muerte,
18. ὥσπερ οἱ ἰώμενοι προβάλλουσιν λόγους εἰς ἀνθρώπους ὁ δὲ ἀπαντήσας τῷ λόγῳ πρῶτος ὑποσκελισθήσεται
19. tal es el hombre que engaña a su prójimo, y dice: «¿No ves que estaba bromeando?»
19. οὕτως πάντες οἱ ἐνεδρεύοντες τοὺς ἑαυτῶν φίλους ὅταν δὲ φωραθῶσιν λέγουσιν ὅτι παίζων ἔπραξα
20. Cuando se acaba la leña, se apaga el fuego, cuando no hay chismoso, se apacigua la disputa.
20. ἐν πολλοῖς ξύλοις θάλλει πῦρ ὅπου δὲ οὐκ ἔστιν δίθυμος ἡσυχάζει μάχη
21. Carbón sobre brasas y leña sobre fuego, es el pleiteador para atizar querellas.
21. ἐσχάρα ἄνθραξιν καὶ ξύλα πυρί ἀνὴρ δὲ λοίδορος εἰς ταραχὴν μάχης
22. Las palabras del delator son golosinas que bajan hasta el fondo de las entrañas.
22. λόγοι κερκώπων μαλακοί οὗτοι δὲ τύπτουσιν εἰς ταμίεια σπλάγχνων
23. Plata con escorias esmaltada sobre arcilla, son los labios dulces con corazón perverso.
23. ἀργύριον διδόμενον μετὰ δόλου ὥσπερ ὄστρακον ἡγητέον χείλη λεῖα καρδίαν καλύπτει λυπηράν
24. El que odia, disimula con sus labios, pero en su interior comete perfidia;
24. χείλεσιν πάντα ἐπινεύει ἀποκλαιόμενος ἐχθρός ἐν δὲ τῇ καρδίᾳ τεκταίνεται δόλους
25. si da a su voz un tono amable, no te fíes, porque hay siete abominaciones en su corazón.
25. ἐάν σου δέηται ὁ ἐχθρὸς μεγάλῃ τῇ φωνῇ μὴ πεισθῇς ἑπτὰ γάρ εἰσιν πονηρίαι ἐν τῇ ψυχῇ αὐτοῦ
26. Encubrirá su odio con engaño, pero en la asamblea se descubrirá su malicia.
26. ὁ κρύπτων ἔχθραν συνίστησιν δόλον ἐκκαλύπτει δὲ τὰς ἑαυτοῦ ἁμαρτίας εὔγνωστος ἐν συνεδρίοις
27. El que excava una fosa caerá en ella, el que hace rodar una piedra se le vendrá encima.
27. ὁ ὀρύσσων βόθρον τῷ πλησίον ἐμπεσεῖται εἰς αὐτόν ὁ δὲ κυλίων λίθον ἐφ’ ἑαυτὸν κυλίει
28. La lengua mentirosa odia a sus víctimas, la boca melosa labra la ruina.
28. γλῶσσα ψευδὴς μισεῖ ἀλήθειαν στόμα δὲ ἄστεγον ποιεῖ ἀκαταστασίας
