Mosaico decorativo

1. Sapientia aedificavit sibi domum, excidit columnas septem;

1. ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισεν στύλους ἑπτά

2. immolavit victimas suas, miscuit vinum et proposuit mensam suam.

2. ἔσφαξεν τὰ ἑαυτῆς θύματα ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν

3. Misit ancillas suas, ut vocarent ad arcem et ad excelsa civitatis:

3. ἀπέστειλεν τοὺς ἑαυτῆς δούλους συγκαλούσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα

4. “Si quis est parvulus, veniat ad me”. Et vecordi locuta est:

4. ὅς ἐστιν ἄφρων ἐκκλινάτω πρός με καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν

5. “Venite, comedite panem meum et bibite vinum, quod miscui vobis;

5. ἔλθατε φάγετε τῶν ἐμῶν ἄρτων καὶ πίετε οἶνον ὃν ἐκέρασα ὑμῖν

6. relinquite infantiam et vivite et ambulate per vias prudentiae”.

6. ἀπολείπετε ἀφροσύνην καὶ ζήσεσθε καὶ ζητήσατε φρόνησιν ἵνα βιώσητε καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν

7. Qui erudit derisorem, ipse iniuriam sibi facit; et, qui arguit impium, sibi maculam generat.

7. ὁ παιδεύων κακοὺς λήμψεται ἑαυτῷ ἀτιμίαν ἐλέγχων δὲ τὸν ἀσεβῆ μωμήσεται ἑαυτόν

8. Noli arguere derisorem, ne oderit te; argue sapientem, et diliget te.

8. μὴ ἔλεγχε κακούς ἵνα μὴ μισῶσίν σε ἔλεγχε σοφόν καὶ ἀγαπήσει σε

9. Da sapienti, et sapientior fiet; doce iustum, et addet doctrinam.

9. δίδου σοφῷ ἀφορμήν καὶ σοφώτερος ἔσται γνώριζε δικαίῳ καὶ προσθήσει τοῦ δέχεσθαι

10. Principium sapientiae timor Domini, et scientia Sancti est prudentia.

10. ἀρχὴ σοφίας φόβος κυρίου καὶ βουλὴ ἁγίων σύνεσις (10a) τὸ γὰρ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς

11. Per me enim multiplicabuntur dies tui, et addentur tibi anni vitae.

11. τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον καὶ προστεθήσεταί σοι ἔτη ζωῆς σου

12. Si sapiens fueris, tibimetipsi eris; si autem illusor, solus portabis malum.

12. υἱέ ἐὰν σοφὸς γένῃ σεαυτῷ σοφὸς ἔσῃ καὶ τοῖς πλησίον ἐὰν δὲ κακὸς ἀποβῇς μόνος ἀναντλήσεις κακά (12a) ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν οὗτος ποιμανεῖ ἀνέμους ὁ δ’ αὐτὸς διώξεται ὄρνεα πετόμενα (12b) ἀπέλιπεν γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται (12c) διαπορεύεται δὲ δι’ ἀνύδρου ἐρήμου καὶ γῆν διατεταγμένην ἐν διψώδεσιν συνάγει δὲ χερσὶν ἀκαρπίαν

13. Mulier stulta est clamosa, fatua et nihil sciens;

13. γυνὴ ἄφρων καὶ θρασεῖα ἐνδεὴς ψωμοῦ γίνεται ἣ οὐκ ἐπίσταται αἰσχύνην

14. sedit in foribus domus suae super sellam in excelsis urbis,

14. ἐκάθισεν ἐπὶ θύραις τοῦ ἑαυτῆς οἴκου ἐπὶ δίφρου ἐμφανῶς ἐν πλατείαις

15. ut vocaret transeuntes per viam et pergentes itinere suo:

15. προσκαλουμένη τοὺς παριόντας καὶ κατευθύνοντας ἐν ταῖς ὁδοῖς αὐτῶν

16. “Qui est parvulus, declinet ad me”. Et vecordi locuta est:

16. ὅς ἐστιν ὑμῶν ἀφρονέστατος ἐκκλινάτω πρός με ἐνδεέσι δὲ φρονήσεως παρακελεύομαι λέγουσα

17. “Aquae furtivae dulciores sunt, et panis in abscondito suavior”.

17. ἄρτων κρυφίων ἡδέως ἅψασθε καὶ ὕδατος κλοπῆς γλυκεροῦ

18. Et ignoravit quod ibi sint umbrae, et in profundis inferni convivae eius.

18. ὁ δὲ οὐκ οἶδεν ὅτι γηγενεῖς παρ’ αὐτῇ ὄλλυνται καὶ ἐπὶ πέτευρον ᾅδου συναντᾷ (18a) ἀλλὰ ἀποπήδησον μὴ ἐγχρονίσῃς ἐν τῷ τόπῳ μηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτήν (18b) οὕτως γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον καὶ ὑπερβήσῃ ποταμὸν ἀλλότριον (18c) ἀπὸ δὲ ὕδατος ἀλλοτρίου ἀπόσχου καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς (18d) ἵνα πολὺν ζήσῃς χρόνον προστεθῇ δέ σοι ἔτη ζωῆς



Lee la Biblia en un año

Únete a nuestra comunidad y completa la Biblia en 365 días. Un camino estructurado e inspirador para profundizar tu fe y conocimiento de las Escrituras