Fundar 4523 Resultados para: Ὅτι
καὶ εἶδεν Βακχίδης ὅτι ἀπέθανεν Ἄλκιμος καὶ ἐπέστρεψεν πρὸς τὸν βασιλέα καὶ ἡσύχασεν ἡ γῆ Ιουδα ἔτη δύο (I Macabeus 9, 57)
καὶ ἀπῆρεν τοῦ ἐλθεῖν μετὰ δυνάμεως πολλῆς καὶ ἀπέστειλεν λάθρᾳ ἐπιστολὰς πᾶσιν τοῖς συμμάχοις αὐτοῦ τοῖς ἐν τῇ Ιουδαίᾳ ὅπως συλλάβωσιν τὸν Ιωναθαν καὶ τοὺς μετ’ αὐτοῦ καὶ οὐκ ἠδύναντο ὅτι ἐγνώσθη ἡ βουλὴ αὐτῶν (I Macabeus 9, 60)
καὶ ἐπολέμησαν πρὸς τὸν Βακχίδην καὶ συνετρίβη ὑπ’ αὐτῶν καὶ ἔθλιβον αὐτὸν σφόδρα ὅτι ἦν ἡ βουλὴ αὐτοῦ καὶ ἡ ἔφοδος αὐτοῦ κενή (I Macabeus 9, 68)
καὶ ἐφοβήθησαν φόβον μέγαν ὅτε ἤκουσαν ὅτι ἔδωκεν αὐτῷ ὁ βασιλεὺς ἐξουσίαν συναγαγεῖν δύναμιν (I Macabeus 10, 8)
ἀκηκόαμεν περὶ σοῦ ὅτι ἀνὴρ δυνατὸς ἰσχύι καὶ ἐπιτήδειος εἶ τοῦ εἶναι ἡμῶν φίλος (I Macabeus 10, 19)
τί τοῦτο ἐποιήσαμεν ὅτι προέφθακεν ἡμᾶς Ἀλέξανδρος τοῦ φιλίαν καταλαβέσθαι τοῖς Ιουδαίοις εἰς στήριγμα (I Macabeus 10, 23)
ὡς δὲ ἤκουσεν Ιωναθαν καὶ ὁ λαὸς τοὺς λόγους τούτους οὐκ ἐπίστευσαν αὐτοῖς οὐδὲ ἐπεδέξαντο ὅτι ἐπεμνήσθησαν τῆς κακίας τῆς μεγάλης ἧς ἐποίησεν ἐν Ισραηλ καὶ ἔθλιψεν αὐτοὺς σφόδρα (I Macabeus 10, 46)
καὶ εὐδόκησαν ἐν Ἀλεξάνδρῳ ὅτι αὐτὸς ἐγένετο αὐτοῖς ἀρχηγὸς λόγων εἰρηνικῶν καὶ συνεμάχουν αὐτῷ πάσας τὰς ἡμέρας (I Macabeus 10, 47)
νῦν οὖν εἰ πέποιθας ἐπὶ ταῖς δυνάμεσίν σου κατάβηθι πρὸς ἡμᾶς εἰς τὸ πεδίον καὶ συγκριθῶμεν ἑαυτοῖς ἐκεῖ ὅτι μετ’ ἐμοῦ ἐστιν δύναμις τῶν πόλεων (I Macabeus 10, 71)
ἐρώτησον καὶ μάθε τίς εἰμι καὶ οἱ λοιποὶ οἱ βοηθοῦντες ἡμῖν καὶ λέγουσιν οὐκ ἔστιν ὑμῖν στάσις ποδὸς κατὰ πρόσωπον ἡμῶν ὅτι δὶς ἐτροπώθησαν οἱ πατέρες σου ἐν τῇ γῇ αὐτῶν (I Macabeus 10, 72)
καὶ παρενέβαλεν ἐπὶ Ιοππην καὶ ἀπέκλεισαν αὐτὴν οἱ ἐκ τῆς πόλεως ὅτι φρουρὰ Ἀπολλωνίου ἐν Ιοππη καὶ ἐπολέμησαν αὐτήν (I Macabeus 10, 75)
καὶ ἔγνω Ιωναθαν ὅτι ἔστιν ἔνεδρον κατόπισθεν αὐτοῦ καὶ ἐκύκλωσαν αὐτοῦ τὴν παρεμβολὴν καὶ ἐξετίναξαν τὰς σχίζας εἰς τὸν λαὸν ἐκ πρωίθεν ἕως δείλης (I Macabeus 10, 80)