Fundar 4523 Resultados para: Ὅτι
οὕτως σύντριψον τὴν παρεμβολὴν ταύτην ἐνώπιον ἡμῶν σήμερον καὶ γνώτωσαν οἱ ἐπίλοιποι ὅτι κακῶς ἐλάλησεν ἐπὶ τὰ ἅγιά σου καὶ κρῖνον αὐτὸν κατὰ τὴν κακίαν αὐτοῦ (I Macabeus 7, 42)
ὡς δὲ εἶδεν ἡ παρεμβολὴ αὐτοῦ ὅτι ἔπεσεν Νικάνωρ ῥίψαντες τὰ ὅπλα ἔφυγον (I Macabeus 7, 44)
καὶ ἤκουσεν Ιουδας τὸ ὄνομα τῶν Ῥωμαίων ὅτι εἰσὶν δυνατοὶ ἰσχύι καὶ αὐτοὶ εὐδοκοῦσιν ἐν πᾶσιν τοῖς προστιθεμένοις αὐτοῖς καὶ ὅσοι ἂν προσέλθωσιν αὐτοῖς ἱστῶσιν αὐτοῖς φιλίαν καὶ ὅτι εἰσὶ δυνατοὶ ἰσχύι (I Macabeus 8, 1)
καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμους αὐτῶν καὶ τὰς ἀνδραγαθίας ἃς ποιοῦσιν ἐν τοῖς Γαλάταις καὶ ὅτι κατεκράτησαν αὐτῶν καὶ ἤγαγον αὐτοὺς ὑπὸ φόρον (I Macabeus 8, 2)
καὶ ὅτι οἱ ἐκ τῆς Ἑλλάδος ἐβουλεύσαντο ἐλθεῖν καὶ ἐξᾶραι αὐτούς (I Macabeus 8, 9)
καὶ τοῦ ἆραι τὸν ζυγὸν ἀπ’ αὐτῶν ὅτι εἶδον τὴν βασιλείαν τῶν Ἑλλήνων καταδουλουμένους τὸν Ισραηλ δουλείᾳ (I Macabeus 8, 18)
καὶ ἤκουσεν Δημήτριος ὅτι ἔπεσεν Νικάνωρ καὶ ἡ δύναμις αὐτοῦ ἐν πολέμῳ καὶ προσέθετο τὸν Βακχίδην καὶ τὸν Ἄλκιμον ἐκ δευτέρου ἀποστεῖλαι εἰς γῆν Ιουδα καὶ τὸ δεξιὸν κέρας μετ’ αὐτῶν (I Macabeus 9, 1)
καὶ εἶδον τὸ πλῆθος τῶν δυνάμεων ὅτι πολλοί εἰσιν καὶ ἐφοβήθησαν σφόδρα καὶ ἐξερρύησαν πολλοὶ ἀπὸ τῆς παρεμβολῆς οὐ κατελείφθησαν ἐξ αὐτῶν ἀλλ’ ἢ ὀκτακόσιοι ἄνδρες (I Macabeus 9, 6)
καὶ εἶδεν Ιουδας ὅτι ἀπερρύη ἡ παρεμβολὴ αὐτοῦ καὶ ὁ πόλεμος ἔθλιβεν αὐτόν καὶ συνετρίβη τῇ καρδίᾳ ὅτι οὐκ εἶχεν καιρὸν συναγαγεῖν αὐτούς (I Macabeus 9, 7)
καὶ εἶδεν Ιουδας ὅτι Βακχίδης καὶ τὸ στερέωμα τῆς παρεμβολῆς ἐν τοῖς δεξιοῖς καὶ συνῆλθον αὐτῷ πάντες οἱ εὔψυχοι τῇ καρδίᾳ (I Macabeus 9, 14)
καὶ οἱ εἰς τὸ ἀριστερὸν κέρας εἶδον ὅτι συνετρίβη τὸ δεξιὸν κέρας καὶ ἐπέστρεψαν κατὰ πόδας Ιουδου καὶ τῶν μετ’ αὐτοῦ ἐκ τῶν ὄπισθεν (I Macabeus 9, 16)
μετὰ τοὺς λόγους τούτους ἀπήγγειλαν Ιωναθαν καὶ Σιμωνι τῷ ἀδελφῷ αὐτοῦ ὅτι υἱοὶ Ιαμβρι ποιοῦσιν γάμον μέγαν καὶ ἄγουσιν τὴν νύμφην ἀπὸ Ναδαβαθ θυγατέρα ἑνὸς τῶν μεγάλων μεγιστάνων Χανααν μετὰ παραπομπῆς μεγάλης (I Macabeus 9, 37)