Fundar 35140 Resultados para: Ὁ
ὁ οὗν πιλᾶτος ἀκούσας τῶν λόγων τούτων ἤγαγεν ἔξω τὸν ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ βήματος εἰς τόπον λεγόμενον λιθόστρωτον, ἑβραϊστὶ δὲ γαββαθα. (São João 19, 13)
ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα ἦν ὡς ἕκτη. καὶ λέγει τοῖς ἰουδαίοις, ἴδε ὁ βασιλεὺς ὑμῶν. (São João 19, 14)
ἐκραύγασαν οὗν ἐκεῖνοι, ἆρον ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ πιλᾶτος, τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, οὐκ ἔχομεν βασιλέα εἰ μὴ καίσαρα. (São João 19, 15)
τότε οὗν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ. παρέλαβον οὗν τὸν ἰησοῦν· (São João 19, 16)
καὶ βαστάζων ἑαυτῶ τὸν σταυρὸν ἐξῆλθεν εἰς τὸν λεγόμενον κρανίου τόπον, ὃ λέγεται ἑβραϊστὶ γολγοθα, (São João 19, 17)
ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ᾽ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν ἰησοῦν. (São João 19, 18)
ἔγραψεν δὲ καὶ τίτλον ὁ πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον, ἰησοῦς ὁ ναζωραῖος ὁ βασιλεὺς τῶν ἰουδαίων. (São João 19, 19)
τοῦτον οὗν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ ἰησοῦς· καὶ ἦν γεγραμμένον ἑβραϊστί, ῥωμαϊστί, ἑλληνιστί. (São João 19, 20)
ἔλεγον οὗν τῶ πιλάτῳ οἱ ἀρχιερεῖς τῶν ἰουδαίων, μὴ γράφε, ὁ βασιλεὺς τῶν ἰουδαίων, ἀλλ᾽ ὅτι ἐκεῖνος εἶπεν, βασιλεύς εἰμι τῶν ἰουδαίων. (São João 19, 21)
ἀπεκρίθη ὁ πιλᾶτος, ὃ γέγραφα, γέγραφα. (São João 19, 22)
οἱ οὗν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν ἰησοῦν ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. ἦν δὲ ὁ χιτὼν ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι᾽ ὅλου. (São João 19, 23)
εἶπαν οὗν πρὸς ἀλλήλους, μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇ [ἡ λέγουσα], διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. οἱ μὲν οὗν στρατιῶται ταῦτα ἐποίησαν. (São João 19, 24)