Mosaico decorativo

Fondare 35140 Risultati per: Ὁ

  • ὁ οὗν πιλᾶτος ἀκούσας τῶν λόγων τούτων ἤγαγεν ἔξω τὸν ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ βήματος εἰς τόπον λεγόμενον λιθόστρωτον, ἑβραϊστὶ δὲ γαββαθα. (São João 19, 13)

  • ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα ἦν ὡς ἕκτη. καὶ λέγει τοῖς ἰουδαίοις, ἴδε ὁ βασιλεὺς ὑμῶν. (São João 19, 14)

  • ἐκραύγασαν οὗν ἐκεῖνοι, ἆρον ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ πιλᾶτος, τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, οὐκ ἔχομεν βασιλέα εἰ μὴ καίσαρα. (São João 19, 15)

  • τότε οὗν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ. παρέλαβον οὗν τὸν ἰησοῦν· (São João 19, 16)

  • καὶ βαστάζων ἑαυτῶ τὸν σταυρὸν ἐξῆλθεν εἰς τὸν λεγόμενον κρανίου τόπον, ὃ λέγεται ἑβραϊστὶ γολγοθα, (São João 19, 17)

  • ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ᾽ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν ἰησοῦν. (São João 19, 18)

  • ἔγραψεν δὲ καὶ τίτλον ὁ πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον, ἰησοῦς ὁ ναζωραῖος ὁ βασιλεὺς τῶν ἰουδαίων. (São João 19, 19)

  • τοῦτον οὗν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ ἰησοῦς· καὶ ἦν γεγραμμένον ἑβραϊστί, ῥωμαϊστί, ἑλληνιστί. (São João 19, 20)

  • ἔλεγον οὗν τῶ πιλάτῳ οἱ ἀρχιερεῖς τῶν ἰουδαίων, μὴ γράφε, ὁ βασιλεὺς τῶν ἰουδαίων, ἀλλ᾽ ὅτι ἐκεῖνος εἶπεν, βασιλεύς εἰμι τῶν ἰουδαίων. (São João 19, 21)

  • ἀπεκρίθη ὁ πιλᾶτος, ὃ γέγραφα, γέγραφα. (São João 19, 22)

  • οἱ οὗν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν ἰησοῦν ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. ἦν δὲ ὁ χιτὼν ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι᾽ ὅλου. (São João 19, 23)

  • εἶπαν οὗν πρὸς ἀλλήλους, μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇ [ἡ λέγουσα], διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. οἱ μὲν οὗν στρατιῶται ταῦτα ἐποίησαν. (São João 19, 24)


"Se tanta atenção é dada aos bens desta Terra, quanto mais se deve dar aos do Céu?" São Padre Pio de Pietrelcina