Mosaico decorativo

Fundar 35140 Resultados para: Ὁ

  • ἀναπεσὼν οὗν ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ ἰησοῦ λέγει αὐτῶ, κύριε, τίς ἐστιν; (São João 13, 25)

  • ἀποκρίνεται [ὁ] ἰησοῦς, ἐκεῖνός ἐστιν ᾧ ἐγὼ βάψω τὸ ψωμίον καὶ δώσω αὐτῶ. βάψας οὗν τὸ ψωμίον [λαμβάνει καὶ] δίδωσιν ἰούδᾳ σίμωνος ἰσκαριώτου. (São João 13, 26)

  • καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ σατανᾶς. λέγει οὗν αὐτῶ ὁ ἰησοῦς, ὃ ποιεῖς ποίησον τάχιον. (São João 13, 27)

  • τοῦτο [δὲ] οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῶ· (São João 13, 28)

  • τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν ἰούδας, ὅτι λέγει αὐτῶ [ὁ] ἰησοῦς, ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν, ἢ τοῖς πτωχοῖς ἵνα τι δῶ. (São João 13, 29)

  • λαβὼν οὗν τὸ ψωμίον ἐκεῖνος ἐξῆλθεν εὐθύς· ἦν δὲ νύξ. (São João 13, 30)

  • ὅτε οὗν ἐξῆλθεν λέγει ἰησοῦς, νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῶ· (São João 13, 31)

  • [εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῶ] καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν αὐτῶ, καὶ εὐθὺς δοξάσει αὐτόν. (São João 13, 32)

  • τεκνία, ἔτι μικρὸν μεθ᾽ ὑμῶν εἰμι· ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς ἰουδαίοις ὅτι ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι. (São João 13, 33)

  • ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους· καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. (São João 13, 34)

  • ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. (São João 13, 35)

  • λέγει αὐτῶ σίμων πέτρος, κύριε, ποῦ ὑπάγεις; ἀπεκρίθη [αὐτῶ] ἰησοῦς, ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ἀκολουθήσεις δὲ ὕστερον. (São João 13, 36)


"A cada vitória sobre o pecado corresponde um grau de glória eterna". São Padre Pio de Pietrelcina