pronađen 35140 Rezultati za: Ὁ
ἀναπεσὼν οὗν ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ ἰησοῦ λέγει αὐτῶ, κύριε, τίς ἐστιν; (São João 13, 25)
ἀποκρίνεται [ὁ] ἰησοῦς, ἐκεῖνός ἐστιν ᾧ ἐγὼ βάψω τὸ ψωμίον καὶ δώσω αὐτῶ. βάψας οὗν τὸ ψωμίον [λαμβάνει καὶ] δίδωσιν ἰούδᾳ σίμωνος ἰσκαριώτου. (São João 13, 26)
καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ σατανᾶς. λέγει οὗν αὐτῶ ὁ ἰησοῦς, ὃ ποιεῖς ποίησον τάχιον. (São João 13, 27)
τοῦτο [δὲ] οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῶ· (São João 13, 28)
τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν ἰούδας, ὅτι λέγει αὐτῶ [ὁ] ἰησοῦς, ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν, ἢ τοῖς πτωχοῖς ἵνα τι δῶ. (São João 13, 29)
λαβὼν οὗν τὸ ψωμίον ἐκεῖνος ἐξῆλθεν εὐθύς· ἦν δὲ νύξ. (São João 13, 30)
ὅτε οὗν ἐξῆλθεν λέγει ἰησοῦς, νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῶ· (São João 13, 31)
[εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῶ] καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν αὐτῶ, καὶ εὐθὺς δοξάσει αὐτόν. (São João 13, 32)
τεκνία, ἔτι μικρὸν μεθ᾽ ὑμῶν εἰμι· ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς ἰουδαίοις ὅτι ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι. (São João 13, 33)
ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους· καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. (São João 13, 34)
ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. (São João 13, 35)
λέγει αὐτῶ σίμων πέτρος, κύριε, ποῦ ὑπάγεις; ἀπεκρίθη [αὐτῶ] ἰησοῦς, ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ἀκολουθήσεις δὲ ὕστερον. (São João 13, 36)