Mosaico decorativo

Fundar 35140 Resultados para: Ὁ

  • ἐπειδὴ φίλος μου παρεγένετο ἐξ ὁδοῦ πρός με καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῶ· (São Lucas 11, 6)

  • κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ, μή μοι κόπους πάρεχε· ἤδη ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετ᾽ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι. (São Lucas 11, 7)

  • λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῶ ἀναστὰς διὰ τὸ εἶναι φίλον αὐτοῦ, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῶ ὅσων χρῄζει. (São Lucas 11, 8)

  • κἀγὼ ὑμῖν λέγω, αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. (São Lucas 11, 9)

  • πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῶ κρούοντι ἀνοιγ[ής]εται. (São Lucas 11, 10)

  • τίνα δὲ ἐξ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς ἰχθύν, καὶ ἀντὶ ἰχθύος ὄφιν αὐτῶ ἐπιδώσει; (São Lucas 11, 11)

  • ἢ καὶ αἰτήσει ᾠόν, ἐπιδώσει αὐτῶ σκορπίον; (São Lucas 11, 12)

  • εἰ οὗν ὑμεῖς πονηροὶ ὑπάρχοντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ [ὁ] ἐξ οὐρανοῦ δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν. (São Lucas 11, 13)

  • καὶ ἦν ἐκβάλλων δαιμόνιον [, καὶ αὐτὸ ἦν] κωφόν· ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος ἐλάλησεν ὁ κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι· (São Lucas 11, 14)

  • τινὲς δὲ ἐξ αὐτῶν εἶπον, ἐν βεελζεβοὺλ τῶ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια· (São Lucas 11, 15)

  • ἕτεροι δὲ πειράζοντες σημεῖον ἐξ οὐρανοῦ ἐζήτουν παρ᾽ αὐτοῦ. (São Lucas 11, 16)

  • αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς, πᾶσα βασιλεία ἐφ᾽ ἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται, καὶ οἶκος ἐπὶ οἶκον πίπτει. (São Lucas 11, 17)


"Sigamos o caminho que nos conduz a Deus." São Padre Pio de Pietrelcina