Löydetty 35140 Tulokset: Ὁ
ἐπειδὴ φίλος μου παρεγένετο ἐξ ὁδοῦ πρός με καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῶ· (São Lucas 11, 6)
κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ, μή μοι κόπους πάρεχε· ἤδη ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετ᾽ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι. (São Lucas 11, 7)
λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῶ ἀναστὰς διὰ τὸ εἶναι φίλον αὐτοῦ, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῶ ὅσων χρῄζει. (São Lucas 11, 8)
κἀγὼ ὑμῖν λέγω, αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. (São Lucas 11, 9)
πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῶ κρούοντι ἀνοιγ[ής]εται. (São Lucas 11, 10)
τίνα δὲ ἐξ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς ἰχθύν, καὶ ἀντὶ ἰχθύος ὄφιν αὐτῶ ἐπιδώσει; (São Lucas 11, 11)
ἢ καὶ αἰτήσει ᾠόν, ἐπιδώσει αὐτῶ σκορπίον; (São Lucas 11, 12)
εἰ οὗν ὑμεῖς πονηροὶ ὑπάρχοντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ [ὁ] ἐξ οὐρανοῦ δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν. (São Lucas 11, 13)
καὶ ἦν ἐκβάλλων δαιμόνιον [, καὶ αὐτὸ ἦν] κωφόν· ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος ἐλάλησεν ὁ κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι· (São Lucas 11, 14)
τινὲς δὲ ἐξ αὐτῶν εἶπον, ἐν βεελζεβοὺλ τῶ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια· (São Lucas 11, 15)
ἕτεροι δὲ πειράζοντες σημεῖον ἐξ οὐρανοῦ ἐζήτουν παρ᾽ αὐτοῦ. (São Lucas 11, 16)
αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς, πᾶσα βασιλεία ἐφ᾽ ἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται, καὶ οἶκος ἐπὶ οἶκον πίπτει. (São Lucas 11, 17)