Fundar 35140 Resultados para: Ὁ
μὴ ἀπληστεύου ἐν πάσῃ τρυφῇ καὶ μὴ ἐκχυθῇς ἐπὶ ἐδεσμάτων (Eclesiástico 37, 29)
ἐν πολλοῖς γὰρ βρώμασιν ἔσται νόσος καὶ ἡ ἀπληστία ἐγγιεῖ ἕως χολέρας (Eclesiástico 37, 30)
δι’ ἀπληστίαν πολλοὶ ἐτελεύτησαν ὁ δὲ προσέχων προσθήσει ζωήν (Eclesiástico 37, 31)
τίμα ἰατρὸν πρὸς τὰς χρείας αὐτοῦ τιμαῖς αὐτοῦ καὶ γὰρ αὐτὸν ἔκτισεν κύριος (Eclesiástico 38, 1)
παρὰ γὰρ ὑψίστου ἐστὶν ἴασις καὶ παρὰ βασιλέως λήμψεται δόμα (Eclesiástico 38, 2)
ἐπιστήμη ἰατροῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ καὶ ἔναντι μεγιστάνων θαυμασθήσεται (Eclesiástico 38, 3)
κύριος ἔκτισεν ἐκ γῆς φάρμακα καὶ ἀνὴρ φρόνιμος οὐ προσοχθιεῖ αὐτοῖς (Eclesiástico 38, 4)
οὐκ ἀπὸ ξύλου ἐγλυκάνθη ὕδωρ εἰς τὸ γνωσθῆναι τὴν ἰσχὺν αὐτοῦ (Eclesiástico 38, 5)
καὶ αὐτὸς ἔδωκεν ἀνθρώποις ἐπιστήμην ἐνδοξάζεσθαι ἐν τοῖς θαυμασίοις αὐτοῦ (Eclesiástico 38, 6)
ἐν αὐτοῖς ἐθεράπευσεν καὶ ἦρεν τὸν πόνον αὐτοῦ μυρεψὸς ἐν τούτοις ποιήσει μεῖγμα (Eclesiástico 38, 7)
καὶ οὐ μὴ συντελεσθῇ ἔργα αὐτοῦ καὶ εἰρήνη παρ’ αὐτοῦ ἐστιν ἐπὶ προσώπου τῆς γῆς (Eclesiástico 38, 8)
τέκνον ἐν ἀρρωστήματί σου μὴ παράβλεπε ἀλλ’ εὖξαι κυρίῳ καὶ αὐτὸς ἰάσεταί σε (Eclesiástico 38, 9)