Mosaico decorativo

Encontrados 35140 resultados para: Ὁ

  • μὴ ἀπληστεύου ἐν πάσῃ τρυφῇ καὶ μὴ ἐκχυθῇς ἐπὶ ἐδεσμάτων (Eclesiástico 37, 29)

  • ἐν πολλοῖς γὰρ βρώμασιν ἔσται νόσος καὶ ἡ ἀπληστία ἐγγιεῖ ἕως χολέρας (Eclesiástico 37, 30)

  • δι’ ἀπληστίαν πολλοὶ ἐτελεύτησαν ὁ δὲ προσέχων προσθήσει ζωήν (Eclesiástico 37, 31)

  • τίμα ἰατρὸν πρὸς τὰς χρείας αὐτοῦ τιμαῖς αὐτοῦ καὶ γὰρ αὐτὸν ἔκτισεν κύριος (Eclesiástico 38, 1)

  • παρὰ γὰρ ὑψίστου ἐστὶν ἴασις καὶ παρὰ βασιλέως λήμψεται δόμα (Eclesiástico 38, 2)

  • ἐπιστήμη ἰατροῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ καὶ ἔναντι μεγιστάνων θαυμασθήσεται (Eclesiástico 38, 3)

  • κύριος ἔκτισεν ἐκ γῆς φάρμακα καὶ ἀνὴρ φρόνιμος οὐ προσοχθιεῖ αὐτοῖς (Eclesiástico 38, 4)

  • οὐκ ἀπὸ ξύλου ἐγλυκάνθη ὕδωρ εἰς τὸ γνωσθῆναι τὴν ἰσχὺν αὐτοῦ (Eclesiástico 38, 5)

  • καὶ αὐτὸς ἔδωκεν ἀνθρώποις ἐπιστήμην ἐνδοξάζεσθαι ἐν τοῖς θαυμασίοις αὐτοῦ (Eclesiástico 38, 6)

  • ἐν αὐτοῖς ἐθεράπευσεν καὶ ἦρεν τὸν πόνον αὐτοῦ μυρεψὸς ἐν τούτοις ποιήσει μεῖγμα (Eclesiástico 38, 7)

  • καὶ οὐ μὴ συντελεσθῇ ἔργα αὐτοῦ καὶ εἰρήνη παρ’ αὐτοῦ ἐστιν ἐπὶ προσώπου τῆς γῆς (Eclesiástico 38, 8)

  • τέκνον ἐν ἀρρωστήματί σου μὴ παράβλεπε ἀλλ’ εὖξαι κυρίῳ καὶ αὐτὸς ἰάσεταί σε (Eclesiástico 38, 9)


"Deus nunca me recusou um pedido". São Padre Pio de Pietrelcina