Fundar 35140 Resultados para: Ὁ
τοῦ ἀναγγεῖλαι ὅτι εὐθὴς κύριος ὁ θεός μου καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ (Salmos 91, 16)
Gr. Psalm 92 (Heb. 93) εἰς τὴν ἡμέραν τοῦ προσαββάτου ὅτε κατῴκισται ἡ γῆ αἶνος ᾠδῆς τῷ Δαυιδ ὁ κύριος ἐβασίλευσεν εὐπρέπειαν ἐνεδύσατο ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην ἥτις οὐ σαλευθήσεται (Salmos 92, 1)
ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε ἀπὸ τοῦ αἰῶνος σὺ εἶ (Salmos 92, 2)
ἐπῆραν οἱ ποταμοί κύριε ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν (Salmos 92, 3)
ἀπὸ φωνῶν ὑδάτων πολλῶν θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης θαυμαστὸς ἐν ὑψηλοῖς ὁ κύριος (Salmos 92, 4)
τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα κύριε εἰς μακρότητα ἡμερῶν (Salmos 92, 5)
Gr. Psalm 93 (Heb. 94) ψαλμὸς τῷ Δαυιδ τετράδι σαββάτων ὁ θεὸς ἐκδικήσεων κύριος ὁ θεὸς ἐκδικήσεων ἐπαρρησιάσατο (Salmos 93, 1)
ὑψώθητι ὁ κρίνων τὴν γῆν ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις (Salmos 93, 2)
ἕως πότε ἁμαρτωλοί κύριε ἕως πότε ἁμαρτωλοὶ καυχήσονται (Salmos 93, 3)
φθέγξονται καὶ λαλήσουσιν ἀδικίαν λαλήσουσιν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν (Salmos 93, 4)
τὸν λαόν σου κύριε ἐταπείνωσαν καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν (Salmos 93, 5)
χήραν καὶ προσήλυτον ἀπέκτειναν καὶ ὀρφανοὺς ἐφόνευσαν (Salmos 93, 6)