Mosaico decorativo

Löydetty 35140 Tulokset: Ὁ

  • τοῦ ἀναγγεῖλαι ὅτι εὐθὴς κύριος ὁ θεός μου καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ (Salmos 91, 16)

  • Gr. Psalm 92 (Heb. 93) εἰς τὴν ἡμέραν τοῦ προσαββάτου ὅτε κατῴκισται ἡ γῆ αἶνος ᾠδῆς τῷ Δαυιδ ὁ κύριος ἐβασίλευσεν εὐπρέπειαν ἐνεδύσατο ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην ἥτις οὐ σαλευθήσεται (Salmos 92, 1)

  • ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε ἀπὸ τοῦ αἰῶνος σὺ εἶ (Salmos 92, 2)

  • ἐπῆραν οἱ ποταμοί κύριε ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν (Salmos 92, 3)

  • ἀπὸ φωνῶν ὑδάτων πολλῶν θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης θαυμαστὸς ἐν ὑψηλοῖς ὁ κύριος (Salmos 92, 4)

  • τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα κύριε εἰς μακρότητα ἡμερῶν (Salmos 92, 5)

  • Gr. Psalm 93 (Heb. 94) ψαλμὸς τῷ Δαυιδ τετράδι σαββάτων ὁ θεὸς ἐκδικήσεων κύριος ὁ θεὸς ἐκδικήσεων ἐπαρρησιάσατο (Salmos 93, 1)

  • ὑψώθητι ὁ κρίνων τὴν γῆν ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις (Salmos 93, 2)

  • ἕως πότε ἁμαρτωλοί κύριε ἕως πότε ἁμαρτωλοὶ καυχήσονται (Salmos 93, 3)

  • φθέγξονται καὶ λαλήσουσιν ἀδικίαν λαλήσουσιν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν (Salmos 93, 4)

  • τὸν λαόν σου κύριε ἐταπείνωσαν καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν (Salmos 93, 5)

  • χήραν καὶ προσήλυτον ἀπέκτειναν καὶ ὀρφανοὺς ἐφόνευσαν (Salmos 93, 6)


"De que vale perder-se em vãos temores?". São Padre Pio de Pietrelcina