Fundar 31964 Resultados para: Ἡ
ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἠνεῴχθησαν δὲ παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη. (Atos dos Apóstolos 16, 26)
ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος [τὴν] μάχαιραν ἤμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. (Atos dos Apóstolos 16, 27)
ἐφώνησεν δὲ μεγάλῃ φωνῇ [ὁ] παῦλος λέγων, μηδὲν πράξῃς σεαυτῶ κακόν, ἅπαντες γάρ ἐσμεν ἐνθάδε. (Atos dos Apóstolos 16, 28)
αἰτήσας δὲ φῶτα εἰσεπήδησεν, καὶ ἔντρομος γενόμενος προσέπεσεν τῶ παύλῳ καὶ [τῶ] σιλᾷ, (Atos dos Apóstolos 16, 29)
καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη, κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; (Atos dos Apóstolos 16, 30)
οἱ δὲ εἶπαν, πίστευσον ἐπὶ τὸν κύριον ἰησοῦν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. (Atos dos Apóstolos 16, 31)
καὶ ἐλάλησαν αὐτῶ τὸν λόγον τοῦ κυρίου σὺν πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. (Atos dos Apóstolos 16, 32)
καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα, (Atos dos Apóstolos 16, 33)
ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον παρέθηκεν τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικεὶ πεπιστευκὼς τῶ θεῶ. (Atos dos Apóstolos 16, 34)
ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες, ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους. (Atos dos Apóstolos 16, 35)
ἀπήγγειλεν δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους [τούτους] πρὸς τὸν παῦλον, ὅτι ἀπέσταλκαν οἱ στρατηγοὶ ἵνα ἀπολυθῆτε· νῦν οὗν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ. (Atos dos Apóstolos 16, 36)
ὁ δὲ παῦλος ἔφη πρὸς αὐτούς, δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους, ἀνθρώπους ῥωμαίους ὑπάρχοντας, ἔβαλαν εἰς φυλακήν· καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; οὐ γάρ, ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν. (Atos dos Apóstolos 16, 37)