Mosaico decorativo

Trouvé 31964 Résultats pour: Ἡ

  • ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἠνεῴχθησαν δὲ παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη. (Atos dos Apóstolos 16, 26)

  • ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος [τὴν] μάχαιραν ἤμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. (Atos dos Apóstolos 16, 27)

  • ἐφώνησεν δὲ μεγάλῃ φωνῇ [ὁ] παῦλος λέγων, μηδὲν πράξῃς σεαυτῶ κακόν, ἅπαντες γάρ ἐσμεν ἐνθάδε. (Atos dos Apóstolos 16, 28)

  • αἰτήσας δὲ φῶτα εἰσεπήδησεν, καὶ ἔντρομος γενόμενος προσέπεσεν τῶ παύλῳ καὶ [τῶ] σιλᾷ, (Atos dos Apóstolos 16, 29)

  • καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη, κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; (Atos dos Apóstolos 16, 30)

  • οἱ δὲ εἶπαν, πίστευσον ἐπὶ τὸν κύριον ἰησοῦν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. (Atos dos Apóstolos 16, 31)

  • καὶ ἐλάλησαν αὐτῶ τὸν λόγον τοῦ κυρίου σὺν πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. (Atos dos Apóstolos 16, 32)

  • καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα, (Atos dos Apóstolos 16, 33)

  • ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον παρέθηκεν τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικεὶ πεπιστευκὼς τῶ θεῶ. (Atos dos Apóstolos 16, 34)

  • ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες, ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους. (Atos dos Apóstolos 16, 35)

  • ἀπήγγειλεν δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους [τούτους] πρὸς τὸν παῦλον, ὅτι ἀπέσταλκαν οἱ στρατηγοὶ ἵνα ἀπολυθῆτε· νῦν οὗν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ. (Atos dos Apóstolos 16, 36)

  • ὁ δὲ παῦλος ἔφη πρὸς αὐτούς, δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους, ἀνθρώπους ῥωμαίους ὑπάρχοντας, ἔβαλαν εἰς φυλακήν· καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; οὐ γάρ, ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν. (Atos dos Apóstolos 16, 37)


"O temor e a confiança devem dar as mãos e proceder como irmãos. Se nos damos conta de que temos muito temor devemos recorrer à confiança. Se confiamos excessivamente devemos ter um pouco de temor". São Padre Pio de Pietrelcina