Fundar 12438 Resultados para: Ἐπ
ἐν διαφθορᾷ ἀνθρώπων ἐξέτεινα αὐτοὺς ἐν δεσμοῖς ἀγαπήσεώς μου καὶ ἔσομαι αὐτοῖς ὡς ῥαπίζων ἄνθρωπος ἐπὶ τὰς σιαγόνας αὐτοῦ καὶ ἐπιβλέψομαι πρὸς αὐτόν δυνήσομαι αὐτῷ (Oséias 11, 4)
κατῴκησεν Εφραιμ ἐν Αἰγύπτῳ καὶ Ασσουρ αὐτὸς βασιλεὺς αὐτοῦ ὅτι οὐκ ἠθέλησεν ἐπιστρέψαι (Oséias 11, 5)
καὶ ὁ λαὸς αὐτοῦ ἐπικρεμάμενος ἐκ τῆς κατοικίας αὐτοῦ καὶ ὁ θεὸς ἐπὶ τὰ τίμια αὐτοῦ θυμωθήσεται καὶ οὐ μὴ ὑψώσῃ αὐτόν (Oséias 11, 7)
ὁ δὲ Εφραιμ πονηρὸν πνεῦμα ἐδίωξεν καύσωνα ὅλην τὴν ἡμέραν κενὰ καὶ μάταια ἐπλήθυνεν καὶ διαθήκην μετὰ Ἀσσυρίων διέθετο καὶ ἔλαιον εἰς Αἴγυπτον ἐνεπορεύετο (Oséias 12, 2)
καὶ κρίσις τῷ κυρίῳ πρὸς Ιουδαν τοῦ ἐκδικῆσαι τὸν Ιακωβ κατὰ τὰς ὁδοὺς αὐτοῦ καὶ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ ἀνταποδώσει αὐτῷ (Oséias 12, 3)
ἐν τῇ κοιλίᾳ ἐπτέρνισεν τὸν ἀδελφὸν αὐτοῦ καὶ ἐν κόποις αὐτοῦ ἐνίσχυσεν πρὸς θεὸν (Oséias 12, 4)
καὶ σὺ ἐν θεῷ σου ἐπιστρέψεις ἔλεον καὶ κρίμα φυλάσσου καὶ ἔγγιζε πρὸς τὸν θεόν σου διὰ παντός (Oséias 12, 7)
καὶ εἶπεν Εφραιμ πλὴν πεπλούτηκα εὕρηκα ἀναψυχὴν ἐμαυτῷ πάντες οἱ πόνοι αὐτοῦ οὐχ εὑρεθήσονται αὐτῷ δι’ ἀδικίας ἃς ἥμαρτεν (Oséias 12, 9)
καὶ λαλήσω πρὸς προφήτας καὶ ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶν προφητῶν ὡμοιώθην (Oséias 12, 11)
εἰ μὴ Γαλααδ ἔστιν ἄρα ψευδεῖς ἦσαν ἐν Γαλγαλ ἄρχοντες θυσιάζοντες καὶ τὰ θυσιαστήρια αὐτῶν ὡς χελῶναι ἐπὶ χέρσον ἀγροῦ (Oséias 12, 12)
ἐθύμωσεν Εφραιμ καὶ παρώργισεν καὶ τὸ αἷμα αὐτοῦ ἐπ’ αὐτὸν ἐκχυθήσεται καὶ τὸν ὀνειδισμὸν αὐτοῦ ἀνταποδώσει αὐτῷ κύριος (Oséias 12, 15)
καὶ προσέθετο τοῦ ἁμαρτάνειν ἔτι καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα ἐκ τοῦ ἀργυρίου αὐτῶν κατ’ εἰκόνα εἰδώλων ἔργα τεκτόνων συντετελεσμένα αὐτοῖς αὐτοὶ λέγουσιν θύσατε ἀνθρώπους μόσχοι γὰρ ἐκλελοίπασιν (Oséias 13, 2)