Fundar 179 Resultados para: μεγάλῃ

  • καὶ ἐνισχύσει βασιλείαν Αἰγύπτου καὶ εἷς ἐκ τῶν δυναστῶν κατισχύσει αὐτὸν καὶ δυναστεύσει δυναστεία μεγάλη ἡ δυναστεία αὐτοῦ (Daniel 11, 5)

  • καὶ συναχθήσονται οἱ υἱοὶ Ιουδα καὶ οἱ υἱοὶ Ισραηλ ἐπὶ τὸ αὐτὸ καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν καὶ ἀναβήσονται ἐκ τῆς γῆς ὅτι μεγάλη ἡ ἡμέρα τοῦ Ιεζραελ (Oséias 2, 2)

  • καὶ κύριος δώσει φωνὴν αὐτοῦ πρὸ προσώπου δυνάμεως αὐτοῦ ὅτι πολλή ἐστιν σφόδρα ἡ παρεμβολὴ αὐτοῦ ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ διότι μεγάλη ἡ ἡμέρα τοῦ κυρίου μεγάλη καὶ ἐπιφανὴς σφόδρα καὶ τίς ἔσται ἱκανὸς αὐτῇ (Joel 2, 11)

  • καὶ ἀνταποδώσω ὑμῖν ἀντὶ τῶν ἐτῶν ὧν κατέφαγεν ἡ ἀκρὶς καὶ ὁ βροῦχος καὶ ἡ ἐρυσίβη καὶ ἡ κάμπη ἡ δύναμίς μου ἡ μεγάλη ἣν ἐξαπέστειλα εἰς ὑμᾶς (Joel 2, 25)

  • καὶ ἀνέστη Ιωνας καὶ ἐπορεύθη εἰς Νινευη καθὼς ἐλάλησεν κύριος ἡ δὲ Νινευη ἦν πόλις μεγάλη τῷ θεῷ ὡσεὶ πορείας ὁδοῦ ἡμερῶν τριῶν (Jonas 3, 3)

  • κύριος μακρόθυμος καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ καὶ ἀθῳῶν οὐκ ἀθῳώσει κύριος ἐν συντελείᾳ καὶ ἐν συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ καὶ νεφέλαι κονιορτὸς ποδῶν αὐτοῦ (Naum 1, 3)

  • ὅτι ἐγγὺς ἡ ἡμέρα κυρίου ἡ μεγάλη ἐγγὺς καὶ ταχεῖα σφόδρα φωνὴ ἡμέρας κυρίου πικρὰ καὶ σκληρά τέτακται δυνατή (Sofonias 1, 14)

  • διότι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην λέγει κύριος παντοκράτωρ καὶ ἐν τῷ τόπῳ τούτῳ δώσω εἰρήνην λέγει κύριος παντοκράτωρ καὶ εἰρήνην ψυχῆς εἰς περιποίησιν παντὶ τῷ κτίζοντι τοῦ ἀναστῆσαι τὸν ναὸν τοῦτον (Ageu 2, 9)

  • καὶ ἀπεκρίθη καὶ εἶπεν πρός με λέγων οὗτος ὁ λόγος κυρίου πρὸς Ζοροβαβελ λέγων οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ἰσχύι ἀλλ’ ἢ ἐν πνεύματί μου λέγει κύριος παντοκράτωρ (Zacarias 4, 6)

  • καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ τοῦ μὴ εἰσακούειν τοῦ νόμου μου καὶ τοὺς λόγους οὓς ἐξαπέστειλεν κύριος παντοκράτωρ ἐν πνεύματι αὐτοῦ ἐν χερσὶν τῶν προφητῶν τῶν ἔμπροσθεν καὶ ἐγένετο ὀργὴ μεγάλη παρὰ κυρίου παντοκράτορος (Zacarias 7, 12)

  • καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκστασις κυρίου ἐπ’ αὐτοὺς μεγάλη καὶ ἐπιλήμψονται ἕκαστος τῆς χειρὸς τοῦ πλησίον αὐτοῦ καὶ συμπλακήσεται ἡ χεὶρ αὐτοῦ πρὸς χεῖρα τοῦ πλησίον αὐτοῦ (Zacarias 14, 13)


“Seja paciente e espere com confiança o tempo do Senhor”. São Padre Pio de Pietrelcina