Mosaico decorativo

Fundar 9551 Resultados para: Τὸν

  • καὶ εἶπεν Ναθαν πρὸς τὸν βασιλέα πάντα ὅσα ἂν ἐν τῇ καρδίᾳ σου βάδιζε καὶ ποίει ὅτι κύριος μετὰ σοῦ (II Samuel 7, 3)

  • πορεύου καὶ εἰπὸν πρὸς τὸν δοῦλόν μου Δαυιδ τάδε λέγει κύριος οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με (II Samuel 7, 5)

  • ἐν πᾶσιν οἷς διῆλθον ἐν παντὶ Ισραηλ εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ Ισραηλ ᾧ ἐνετειλάμην ποιμαίνειν τὸν λαόν μου Ισραηλ λέγων τί ὅτι οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον (II Samuel 7, 7)

  • καὶ νῦν τάδε ἐρεῖς τῷ δούλῳ μου Δαυιδ τάδε λέγει κύριος παντοκράτωρ ἔλαβόν σε ἐκ τῆς μάνδρας τῶν προβάτων τοῦ εἶναί σε εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου ἐπὶ τὸν Ισραηλ (II Samuel 7, 8)

  • καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν οἷς ἐπορεύου καὶ ἐξωλέθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου καὶ ἐποίησά σε ὀνομαστὸν κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς (II Samuel 7, 9)

  • καὶ θήσομαι τόπον τῷ λαῷ μου τῷ Ισραηλ καὶ καταφυτεύσω αὐτόν καὶ κατασκηνώσει καθ’ ἑαυτὸν καὶ οὐ μεριμνήσει οὐκέτι καὶ οὐ προσθήσει υἱὸς ἀδικίας τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀπ’ ἀρχῆς (II Samuel 7, 10)

  • ἀπὸ τῶν ἡμερῶν ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ισραηλ καὶ ἀναπαύσω σε ἀπὸ πάντων τῶν ἐχθρῶν σου καὶ ἀπαγγελεῖ σοι κύριος ὅτι οἶκον οἰκοδομήσεις αὐτῷ (II Samuel 7, 11)

  • αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα (II Samuel 7, 13)

  • ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν καὶ ἐὰν ἔλθῃ ἡ ἀδικία αὐτοῦ καὶ ἐλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶν καὶ ἐν ἁφαῖς υἱῶν ἀνθρώπων (II Samuel 7, 14)

  • καὶ πιστωθήσεται ὁ οἶκος αὐτοῦ καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνώπιον ἐμοῦ καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τὸν αἰῶνα (II Samuel 7, 16)

  • καὶ τί προσθήσει Δαυιδ ἔτι τοῦ λαλῆσαι πρὸς σέ καὶ νῦν σὺ οἶδας τὸν δοῦλόν σου κύριέ μου κύριε (II Samuel 7, 20)

  • διὰ τὸν λόγον σου πεποίηκας καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας πᾶσαν τὴν μεγαλωσύνην ταύτην γνωρίσαι τῷ δούλῳ σου (II Samuel 7, 21)


"Ouço interiormente uma voz que constantemente me diz: Santifique-se e santifique!" São Padre Pio de Pietrelcina