Fundar 9551 Resultados para: Τὸν
καὶ ἀπῆλθεν Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς Ιερουσαλημ πρὸς τὸν Ιεβουσαῖον τὸν κατοικοῦντα τὴν γῆν καὶ ἐρρέθη τῷ Δαυιδ οὐκ εἰσελεύσει ὧδε ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ οἱ χωλοί λέγοντες ὅτι οὐκ εἰσελεύσεται Δαυιδ ὧδε (II Samuel 5, 6)
καὶ ἐκάθισεν Δαυιδ ἐν τῇ περιοχῇ καὶ ἐκλήθη αὕτη ἡ πόλις Δαυιδ καὶ ᾠκοδόμησεν τὴν πόλιν κύκλῳ ἀπὸ τῆς ἄκρας καὶ τὸν οἶκον αὐτοῦ (II Samuel 5, 9)
καὶ ἀπέστειλεν Χιραμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυιδ καὶ ξύλα κέδρινα καὶ τέκτονας ξύλων καὶ τέκτονας λίθων καὶ ᾠκοδόμησαν οἶκον τῷ Δαυιδ (II Samuel 5, 11)
καὶ ἔγνω Δαυιδ ὅτι ἡτοίμασεν αὐτὸν κύριος εἰς βασιλέα ἐπὶ Ισραηλ καὶ ὅτι ἐπήρθη ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ισραηλ (II Samuel 5, 12)
καὶ ἔλαβεν Δαυιδ ἔτι γυναῖκας καὶ παλλακὰς ἐξ Ιερουσαλημ μετὰ τὸ ἐλθεῖν αὐτὸν ἐκ Χεβρων καὶ ἐγένοντο τῷ Δαυιδ ἔτι υἱοὶ καὶ θυγατέρες (II Samuel 5, 13)
καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι κέχρισται Δαυιδ βασιλεὺς ἐπὶ Ισραηλ καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητεῖν τὸν Δαυιδ καὶ ἤκουσεν Δαυιδ καὶ κατέβη εἰς τὴν περιοχήν (II Samuel 5, 17)
καὶ ἀνέστη καὶ ἐπορεύθη Δαυιδ καὶ πᾶς ὁ λαὸς ὁ μετ’ αὐτοῦ ἀπὸ τῶν ἀρχόντων Ιουδα ἐν ἀναβάσει τοῦ ἀναγαγεῖν ἐκεῖθεν τὴν κιβωτὸν τοῦ θεοῦ ἐφ’ ἣν ἐπεκλήθη τὸ ὄνομα κυρίου τῶν δυνάμεων καθημένου ἐπὶ τῶν Χερουβιν ἐπ’ αὐτῆς (II Samuel 6, 2)
καὶ ἐπεβίβασεν τὴν κιβωτὸν κυρίου ἐφ’ ἅμαξαν καινὴν καὶ ἦρεν αὐτὴν ἐξ οἴκου Αμιναδαβ τοῦ ἐν τῷ βουνῷ καὶ Οζα καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ Αμιναδαβ ἦγον τὴν ἅμαξαν (II Samuel 6, 3)
καὶ παραγίνονται ἕως ἅλω Νωδαβ καὶ ἐξέτεινεν Οζα τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτὸν τοῦ θεοῦ κατασχεῖν αὐτὴν καὶ ἐκράτησεν αὐτήν ὅτι περιέσπασεν αὐτὴν ὁ μόσχος τοῦ κατασχεῖν αὐτήν (II Samuel 6, 6)
καὶ ἐθυμώθη κύριος τῷ Οζα καὶ ἔπαισεν αὐτὸν ἐκεῖ ὁ θεός καὶ ἀπέθανεν ἐκεῖ παρὰ τὴν κιβωτὸν τοῦ κυρίου ἐνώπιον τοῦ θεοῦ (II Samuel 6, 7)
καὶ ἐφοβήθη Δαυιδ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων πῶς εἰσελεύσεται πρός με ἡ κιβωτὸς κυρίου (II Samuel 6, 9)
καὶ οὐκ ἐβούλετο Δαυιδ τοῦ ἐκκλῖναι πρὸς αὑτὸν τὴν κιβωτὸν διαθήκης κυρίου εἰς τὴν πόλιν Δαυιδ καὶ ἀπέκλινεν αὐτὴν Δαυιδ εἰς οἶκον Αβεδδαρα τοῦ Γεθθαίου (II Samuel 6, 10)