Gefunden 4523 Ergebnisse für: Ὅτι
ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἐν φλογὶ πυρὸς ἐκ τοῦ βάτου καὶ ὁρᾷ ὅτι ὁ βάτος καίεται πυρί ὁ δὲ βάτος οὐ κατεκαίετο (Êxodo 3, 2)
εἶπεν δὲ Μωυσῆς παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο τί ὅτι οὐ κατακαίεται ὁ βάτος (Êxodo 3, 3)
ὡς δὲ εἶδεν κύριος ὅτι προσάγει ἰδεῖν ἐκάλεσεν αὐτὸν κύριος ἐκ τοῦ βάτου λέγων Μωυσῆ Μωυσῆ ὁ δὲ εἶπεν τί ἐστιν (Êxodo 3, 4)
καὶ εἶπεν Μωυσῆς πρὸς τὸν θεόν τίς εἰμι ὅτι πορεύσομαι πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ ὅτι ἐξάξω τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου (Êxodo 3, 11)
εἶπεν δὲ ὁ θεὸς Μωυσεῖ λέγων ὅτι ἔσομαι μετὰ σοῦ καὶ τοῦτό σοι τὸ σημεῖον ὅτι ἐγώ σε ἐξαποστέλλω ἐν τῷ ἐξαγαγεῖν σε τὸν λαόν μου ἐξ Αἰγύπτου καὶ λατρεύσετε τῷ θεῷ ἐν τῷ ὄρει τούτῳ (Êxodo 3, 12)
ἐγὼ δὲ οἶδα ὅτι οὐ προήσεται ὑμᾶς Φαραω βασιλεὺς Αἰγύπτου πορευθῆναι ἐὰν μὴ μετὰ χειρὸς κραταιᾶς (Êxodo 3, 19)
ἀπεκρίθη δὲ Μωυσῆς καὶ εἶπεν ἐὰν οὖν μὴ πιστεύσωσίν μοι μηδὲ εἰσακούσωσιν τῆς φωνῆς μου ἐροῦσιν γὰρ ὅτι οὐκ ὦπταί σοι ὁ θεός τί ἐρῶ πρὸς αὐτούς (Êxodo 4, 1)
ἵνα πιστεύσωσίν σοι ὅτι ὦπταί σοι κύριος ὁ θεὸς τῶν πατέρων αὐτῶν θεὸς Αβρααμ καὶ θεὸς Ισαακ καὶ θεὸς Ιακωβ (Êxodo 4, 5)
καὶ θυμωθεὶς ὀργῇ κύριος ἐπὶ Μωυσῆν εἶπεν οὐκ ἰδοὺ Ααρων ὁ ἀδελφός σου ὁ Λευίτης ἐπίσταμαι ὅτι λαλῶν λαλήσει αὐτός σοι καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σοι καὶ ἰδών σε χαρήσεται ἐν ἑαυτῷ (Êxodo 4, 14)
καὶ ἐπίστευσεν ὁ λαὸς καὶ ἐχάρη ὅτι ἐπεσκέψατο ὁ θεὸς τοὺς υἱοὺς Ισραηλ καὶ ὅτι εἶδεν αὐτῶν τὴν θλῖψιν κύψας δὲ ὁ λαὸς προσεκύνησεν (Êxodo 4, 31)
καὶ εἶπαν αὐτοῖς ἴδοι ὁ θεὸς ὑμᾶς καὶ κρίναι ὅτι ἐβδελύξατε τὴν ὀσμὴν ἡμῶν ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ δοῦναι ῥομφαίαν εἰς τὰς χεῖρας αὐτοῦ ἀποκτεῖναι ἡμᾶς (Êxodo 5, 21)
καὶ λήμψομαι ἐμαυτῷ ὑμᾶς λαὸν ἐμοὶ καὶ ἔσομαι ὑμῶν θεός καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ τῆς καταδυναστείας τῶν Αἰγυπτίων (Êxodo 6, 7)