Mosaico decorativo

Gefunden 35140 Ergebnisse für: Ὁ

  • ὁ γὰρ Εσδρας πολλὴν ἐπιστήμην περιεῖχεν εἰς τὸ μηδὲν παραλιπεῖν τῶν ἐκ τοῦ νόμου κυρίου καὶ ἐκ τῶν ἐντολῶν διδάξαι τὸν πάντα Ισραηλ πάντα τὰ δικαιώματα καὶ τὰ κρίματα (Esdras 8, 7)

  • προσπεσόντος δὲ τοῦ γραφέντος προστάγματος παρὰ Ἀρταξέρξου τοῦ βασιλέως πρὸς Εσδραν τὸν ἱερέα καὶ ἀναγνώστην τοῦ νόμου κυρίου οὗ ἐστιν ἀντίγραφον τὸ ὑποκείμενον (Esdras 8, 8)

  • βασιλεὺς Ἀρταξέρξης Εσδρα τῷ ἱερεῖ καὶ ἀναγνώστῃ τοῦ νόμου κυρίου χαίρειν (Esdras 8, 9)

  • καὶ τὰ φιλάνθρωπα ἐγὼ κρίνας προσέταξα τοὺς βουλομένους ἐκ τοῦ ἔθνους τῶν Ιουδαίων αἱρετίζοντας καὶ τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τῶν δὲ ἐν τῇ ἡμετέρᾳ βασιλείᾳ συμπορεύεσθαί σοι εἰς Ιερουσαλημ (Esdras 8, 10)

  • ὅσοι οὖν ἐνθυμοῦνται συνεξορμάτωσαν καθάπερ δέδοκται ἐμοί τε καὶ τοῖς ἑπτὰ φίλοις συμβουλευταῖς (Esdras 8, 11)

  • ὅπως ἐπισκέψωνται τὰ κατὰ τὴν Ιουδαίαν καὶ Ιερουσαλημ ἀκολούθως ᾧ ἔχει ἐν τῷ νόμῳ τοῦ κυρίου (Esdras 8, 12)

  • καὶ ἀπενεγκεῖν δῶρα τῷ κυρίῳ τοῦ Ισραηλ ἃ ηὐξάμην ἐγώ τε καὶ οἱ φίλοι εἰς Ιερουσαλημ καὶ πᾶν χρυσίον καὶ ἀργύριον ὃ ἐὰν εὑρεθῇ ἐν τῇ χώρᾳ τῆς Βαβυλωνίας τῷ κυρίῳ εἰς Ιερουσαλημ σὺν τῷ δεδωρημένῳ ὑπὸ τοῦ ἔθνους εἰς τὸ ἱερὸν τοῦ κυρίου αὐτῶν τὸ ἐν Ιερουσαλημ (Esdras 8, 13)

  • συναχθῆναι τό τε χρυσίον καὶ ἀργύριον εἰς ταύρους καὶ κριοὺς καὶ ἄρνας καὶ τὰ τούτοις ἀκόλουθα (Esdras 8, 14)

  • ὥστε προσενεγκεῖν θυσίας ἐπὶ τὸ θυσιαστήριον τοῦ κυρίου αὐτῶν τὸ ἐν Ιερουσαλημ (Esdras 8, 15)

  • καὶ πάντα ὅσα ἂν βούλῃ μετὰ τῶν ἀδελφῶν σου ποιῆσαι χρυσίῳ καὶ ἀργυρίῳ ἐπιτέλει κατὰ τὸ θέλημα τοῦ θεοῦ σου (Esdras 8, 16)

  • καὶ τὰ ἱερὰ σκεύη τοῦ κυρίου τὰ διδόμενά σοι εἰς τὴν χρείαν τοῦ ἱεροῦ τοῦ θεοῦ σου τοῦ ἐν Ιερουσαλημ (Esdras 8, 17)

  • καὶ τὰ λοιπά ὅσα ἂν ὑποπίπτῃ σοι εἰς τὴν χρείαν τοῦ ἱεροῦ τοῦ θεοῦ σου δώσεις ἐκ τοῦ βασιλικοῦ γαζοφυλακίου (Esdras 8, 18)


"Que Jesus reine sempre soberano no seu coração." São Padre Pio de Pietrelcina